ὁρμήν, ἀλλά τι ξυμπεσὸν ἔπεισε τοῦτον τῇ ἐπιούσῃ καὶ ἄκοντα ὑπεῖξαι τῷ τούτων θελήματι. 3.9 Τῆς γὰρ Τραϊανουπόλεως στρατοπεδευσάμενοι, εὔνοιαν φυλάξαι πρὸς τὸν κρατοῦντα βουλόμενοι τὰς πύλας τῆς πόλεως ἀπεκλείσαντο καὶ ἐπὶ τὰς ἐπάλξεις ἀνῄεσαν, φρουροῦντες δῆθεν τὴν πόλιν. Πυθόμενοι δὲ τοῦτο πολλοὶ τῶν στρατιωτῶν ἐξέθεον ὡς πρὸς τὴν θέαν ἄοπλοι· οἱ δὲ τῆς πόλεως ὠνείδιζόν τε τοὺς ἐπιόντας καὶ εἰς ἀπιστίαν ἀπέσκωπτον καὶ οἱ ἐκτὸς ἀντωνείδιζον· εἶτα καὶ ἀκροβολισμοῖς τοῖς διὰ σφενδόνης κατ' ἀλλήλων ἐκέχρηντο. Τούτου τοίνυν ἀπαγγελθέν τος εἰς τὸ στρατόπεδον ξυνέθεον πλείονες· οἱ δὲ καὶ κλίμακας ἐσχεδίαζον, τὴν πόλιν αἱρήσειν αὐτοβοεὶ ἀπειλοῦντες. Φθάσαντος δὲ τοῦ λόγου καὶ πρὸς τὸν Βρυέννιον, δεινὸν ᾤετο εἰ, αὐτοῦ μέλλοντος ἔτι καὶ ἀναδυομένου πρὸς τὴν τυραννίδα, οἱ στρατιῶται τὰ τῆς τυραννίδος ἐνδείξονται καὶ ταῦτα εἰς πόλιν ἄνδρας φέρουσαν ἀγαθοὺς καὶ ἐκ πρώτης, ὅ φασι, βαλβῖδος ἐμφυλίῳ αἵματι τὰς χεῖρας μιανοῦσιν. Εὐθὺς οὖν ἐξέπεμπε τοὺς ἀπείρξοντας τὴν ὁρμὴν τῶν στρατιωτῶν, οἳ φθάσαντες πρὸ τοῦ εἰς μέγα τὴν μάχην ἐξάψαι τὰς ὁρμὰς ἀνεχαίτισαν αὐτῶν· οὗ γενομένου, ἐδόκει ἀποχρῶσαν φυλακὴν ἔγγιστα τῶν τειχῶν τῆς πόλεως καταλειφθῆναι, μή πως νυκτὸς ἐκδραμόντες τινὲς τῆς πόλεως τὸ στράτευμα θορυβήσωσιν. Ὡς δὲ καὶ τοῦτο τετέλεστο, ὁ τοῦ βασιλειῶντος ἤδη Νικηφόρου υἱός, ὁ πατρίκιος Βρυέννιος, ἄρτι τὴν παιδικὴν ἡλικίαν ὑπερελάσας καὶ μειράκιον ὢν θυμοειδὲς καὶ γενναῖον, τοὺς συνηλικιώτας παραλαβώνἤστην δὲ τούτω ὁ Κουτζομίτης καὶ ὁ Κουρτίκης Βασίλειος, ὃν καὶ Ἰωαννίκιον ἐκάλουνἀπῄει παιδιᾶς χάριν πρὸς τοὺς τὴν ἔξω τῆς πόλεως πεπιστευμένους φρουρὰν στρατιώτας καὶ ἀγρυπνοῦντας ἅπαντας ἐκείνους εὑρὼν ἐπαίνων ἠξίου καὶ παρελθὼν αὐτοὺς πλησίον τῆς πόλεως γέγονε καὶ περιῄει ἀγχοῦ τῶν τειχῶν τὴν τῆς πόλεως περισκοπῶν φυλακήν. Ὡς δ' ὑπνώττοντας ἅπαντας τοὺς ἔνδον φυλάττοντας κατεμάνθανεν, ὑποστρέφων ταῖς σχεδιασθείσαις ἐντετύχηκε κλίμαξι καὶ ταύτας ἆραι προστάξας τοῖς ἑπομένοις τῷ τῆς πόλεως τείχει προσήρεισε καὶ πρῶτος αὐτὸς ἀνῄει ὡς ἐπὶ τὰς ἐπάλξεις· ξυνείποντο δέ οἱ καὶ οἱ λοιποί· εὑρόντες δὲ τοὺς φύλακας βαθέως ὑπνώττοντας καὶ μηδέν τι τῶν δρωμένων προαισθομένους, τὰ ξίφη γυμνώσαντες περιέστησαν αὐτοῖς ἀφύπνιζόν τε καὶ βασιλέα Ῥωμαίων τὸν Νικηφόρον εὐφημεῖν ἐκέλευον. Τῷ γοῦν αἰφνιδίῳ καταπλαγέντες οὗτοι καὶ οἱ κακῶν εἰσι συναισθόμενοι, οἱ μὲν ἀπὸ τῶν τειχῶν σφᾶς αὐτοὺς κατεκρήμνιζον· οἱ δὲ τὸ κελευσθὲν ἐποίουν βραχείᾳ καὶ διακεκομμένῃ φωνῇ, διέκοπτε γὰρ αὐτοῖς τὰς φωνὰς ὁ φόβος· οἱ δὲ τῆς πόλεως οἰκήτορες αἰσθόμενοι τὸ συμβάν, ὑπειληφότες τὴν πόλιν ἤδη πᾶσαν ἑαλωκέναι, συνέθεον ἅπαντες, οὐ πρὸς ὅπλα χωροῦντες οὐδὲ ἀμύνειν σπεύδοντες, ἤδη γὰρ ἀπεγνώκεισαν, ἀλλὰ μίαν ἡγούμενοι σωτηρίας ὑπόθεσιν τὸ βασιλέα Ῥωμαίων ἀναγορεῦσαι τὸν Βρυέννιον. Εὐθὺς οὖν τοῦτο ἐγένετο καὶ πάντες ἀνευφήμουν καὶ πρὸς τοὺς ἄνω τῶν τειχῶν τὰς χεῖρας ἐκτείνοντες ἱκέτευον σῴζειν τὴν πόλιν. Τῆς γοῦν κραυγῆς ἰσχυρᾶς γενομένης, τὸ στρατιωτικὸν ἅπαν συνέθεον πρὸς τὴν πόλιν, προσεπειρῶντο δὲ διὰ τῶν κλιμάκων ἀναβαίνειν ἐπὶ τὰ τείχη, ἀλλ' ὁ τοῦ Βρυεννίου υἱὸς κάτεσχεν αὐτοὺς τῆς ὁρμῆς, κελεύσας κάτωθεν ἱσταμένους συνεφάπτεσθαι τοῖς ἐντὸς τῆς εὐφημίας. 3.10 Τοῦτον μὲν οὖν τὸν τρόπον ἡ Τραϊανούπολις πρώτη τὸν Βρυέννιον βασιλέα Ῥωμαίων ἀνευφήμησεν· ἕωθεν δὲ τὸ στρατιωτικὸν ἅπαν ἅμα στρατηγοῖς τε καὶ λοχαγοῖς συναθροισθὲν περὶ τὴν τούτου σκηνὴν ἐβιάζοντο τοῦτον τήν τε ἁλουργίδα περιθέσθαι καὶ τὰ κοκκοβαφῆ ὑποδύσασθαι πέδιλα· ὁ δ' ὀψὲ καὶ μόλις εἴξας τῇ τούτων βίᾳ ταῦτα περιεβάλλετο καὶ βασιλεὺς Ῥωμαίων ἤδη ἀνηγόρευτο. Ἄρας οὖν ἐκεῖθεν ἐπὶ τὴν Ἀδριανούπολιν ἐχώρει καὶ παριόντα τοῦτον αἱ πόλεις καὶ αἱ κῶμαι ἅπασαι ἀνευφήμουν· φθάσαντες δὲ τὴν πόλιν περιχαρῶς οἱ τῆς πόλεως ὑπεδέχοντο ἅπαντες. Ὁ δὲ ἐπὶ τὸν ναὸν φοιτήσας τῆς Θεομήτορος καὶ τῇ μητρὶ τοῦ Θεοῦ τὰ