καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων, ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ 20ὀφειλέτης20 ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶν, ἅπερ μὴ πράξας τις ὡς τὸ πᾶν ὑβρίσας θέατρον κολάζεται· οὕτως καὶ ἡμεῖς «τῷ» ὅλῳ «κόσμῳ» «καὶ» τοῖς πᾶσιν «ἀγγέλοις» τῷ τε τῶν ἀνθρώπων γένει 20ὀφείλομεν20 ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα. 28.4 χωρὶς δὲ τούτων καθολικωτέρων ὄντων ἔστι τις χήρας προ νοουμένης ὑπὸ τῆς ἐκκλησίας ὀφειλὴ καὶ ἑτέρα διακόνου καὶ ἄλλη πρεσβυτέρου, καὶ ἐπισκόπου δὲ ὀφειλὴ βαρυτάτη ἐστὶν, ἀπαιτουμένη ὑπὸ τοῦ τῆς ὅλης ἐκκλησίας σωτῆρος καὶ ἐκδικουμένη, εἰ μὴ ἀπο διδοῖτο. ἤδη δὲ ὁ ἀπόστολος ὀφειλήν τινα κοινὴν ὠνόμασεν ἀν δρὸς καὶ γυναικὸς λέγων· «τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδι δότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί»· καὶ ἐπιφέρει· «μὴ ἀποστερεῖτε ἀλλήλους.» καὶ τί με δεῖ λέγειν, παρὸν τὰ ἑαυτῶν ἀναλέγεσθαι ἐκ τῶν εἰρημένων τοὺς ἐντυγχάνοντας τῇδε τῇ γραφῇ, ὅσα 20ὀφείλοντες20 ἤτοι μὴ ἀποδιδόντες κατασχεθησόμεθα ἢ ἀποδιδόντες ἐλευθερωθησό μεθα; πλὴν οὐκ ἔστιν ἐν τῷ βίῳ ὄντα πάσης ὥρας νυκτὸς καὶ ἡμέ ρας μὴ 20ὀφείλειν20. 28.5 ἀλλ' ἐν τῷ 20ὀφείλειν20 ἤτοι ἀποδίδωσί τις ἢ ἀποστερεῖ τὴν ὀφειλήν· καὶ δυνατόν γε ἐν τῷ βίῳ ἀποδιδόναι, δυνατὸν δὲ καὶ ἀποστερεῖν. καὶ τινὲς μὲν οὐδενὶ 20ὀφείλουσιν20 οὐδέν· τινὲς δὲ τὰ πλεῖστα ἀποτιννύντες <ὀλίγα 20ὀφείλουσι20, τινὲς δὲ> ὀλίγα ἀποδιδόντες τὰ πλείονα 20ὀφείλουσι20· καὶ τάχα ἔστιν ὁ μηδὲν ἀποδιδοὺς ἀλλὰ πάντα 20ὀφείλων20. καὶ ὁ ἀποδιδοὺς μέντοι γε πάντα, ὥστε μηδὲν 20ὀφείλειν20, χρόνῳ ποτὲ τοῦτο κατορθοῖ, δεόμενος ἀφέσεως περὶ τῶν προτέρων ὀφειλῶν· ἧστινος ἀφέσεως εὐλόγως δύναται τυχεῖν ὁ φιλοτιμησά μενος ἀπό τινος χρόνου τοιοῦτος γενέσθαι, ὥστε μηδὲν 20ὀφείλειν20 τῶν ἐπιβαλλόντων ὡς οὐκ ἀποδιδομένων. αὗται δὲ αἱ παράνομοι ἐνέργειαι, ἐν τῷ ἡγεμονικῷ τυπούμεναι, «τὸ καθ' ἡμῶν» γίνονται «χειρόγραφον,» ἀφ' οὗ δικασθησόμεθα, δίκην βίβλων τῶν ὑπὸ πάν των, ἵν' οὕτως εἴπω, κεχειρογραφημένων προαχθησομένων, ὅτε «πάν τες παραστησόμεθα τῷ βήματι» «τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.» κατὰ ταύτας τὰς ὀφειλὰς καὶ τὸ ἐν ταῖς Παροιμίαις λέγεται· «μὴ δίδου σεαυτὸν εἰς ἐγγύην ὁ αἰσχυνόμενος πρόσωπον· εἰ γὰρ οὐχ ἕξει πόθεν ἀποδώσει, λήψονται τὸ σὸν στρῶμα τὸ ὑπὸ τὰς πλευ ράς σου.» 28.6 εἰ δὲ τοσούτοις 20ὀφείλομεν20, πάντως καὶ ἡμῖν τινες 20ὀφείλου σιν20· οἱ μὲν γὰρ 20ὀφείλουσιν20 ἡμῖν ὡς ἀνθρώποις οἱ δὲ ὡς πολίταις, ἄλλοι δὲ ὡς πατράσι καί τινες ὡς υἱοῖς, καὶ μετὰ τούτους ὡς ἀνδράσι γυναῖκες ἢ ὡς φίλοις φίλοι. ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν 20ὀφει λετῶν20 ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθη κόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολ λάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεόν. μεμνημένοι γὰρ ὧν 20ὀφειλέται20 ὄντες οὐκ ἀποδεδώ καμεν ἀλλὰ ἀπεστερήσαμεν παραδραμόντος τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν ἡμᾶς τάδε τινὰ πρὸς τὸν πλησίον πεποιηκέναι, πρᾳότεροι ἐσόμεθα πρὸς τοὺς καὶ ἡμῖν ὀφλήσαντας καὶ μὴ ἀποδεδωκότας τὴν ὀφειλήν· καὶ μάλιστα ἐὰν μὴ ἐπιλανθανώμεθα τῶν εἰς τὸ θεῖον ἡμῖν παρα νενομημένων καὶ τῆς «εἰς τὸ ὕψος» ἀδικίας ἡμῖν λελαλημένης ἤτοι κατὰ ἄγνοιαν τῆς ἀληθείας ἢ κατὰ δυσαρέστησιν τὴν πρὸς τὰ συμ βάντα ἡμῖν περιστατικά. 28.7 εἰ δὲ μὴ βουλόμεθα πρᾳότεροι γίνεσθαι πρὸς τοὺς ἡμῖν ὀφλήσαντας, πεισόμεθα τὰ τοῦ τὰ «ἑκατὸν δηνάρια» τῷ ὁμοδούλῳ μὴ συγχωρήσαντος, ὅντινα προσυγχωρηθέντα κατὰ τὴν κειμένην ἐν τῷ εὐαγγελίῳ παραβολὴν ἐνειλήσας ἐκπράσσει ὁ δεσπότης τὰ προ συγκεχωρημένα, λέγων αὐτῷ· «πονηρὲ δοῦλε καὶ ὀκνηρὲ,» «οὐκ ἔδει ἐλεῆσαί σε τὸν σύνδουλόν σου, ὡς κἀγώ σε ἠλέησα;» βάλετε αὐτὸν «εἰς» τὴν «φυλακὴν,» «ἕως ἀποδῷ πᾶν τὸ 20ὀφειλόμενον20.» ἐπιφέρει δὲ τούτοις ὁ κύριος· «οὕτως καὶ ὑμῖν ὁ πατὴρ ὁ