κακῶν ἐστιν ἡ φιλαργυρία." ὁ γὰρ "ἐπ' ἀθῴοις δῶρα λαβὼν" καὶ τὴν τοῦ Ἁγίου Πνεύματος διανο μὴν ἀργυρίῳ ἀπεμπολῆσαι νομίσας, πῶς φείσεται ἔτι κειμηλίων ἢ λίθων ἢ χωρίων τῆς ἐκκλησίας;" τότε ὁ Ἰωάννης ἄρχεται τῆς ἐξετάσεως, φήσας τῷ Ἀντωνίνῳ· "Τί λέγεις πρὸς ταῦτα, ἀδελφὲ Ἀντωνῖνε;" ἠρνήσατο ἐξ ἀνάγκης (πῶς γὰρ οἷόν τε ἐκ προοιμίων αὐτῶν τὴν ἰδίαν αἰσχύνην ὁμολογῆσαι). ἠρωτή θησαν οἱ δεδωκότες, ἠρνήσαντο κἀκεῖνοι. ἐπὶ τούτοις ἐπιμελῶς τῆς ἐξετάσεως γιγνομένης μέχρις ὥρας ὀγδόης, ἐκ τεκμηρίων τινῶν ἐμορφοῦτο ἡ δίκη. καταλήγει τὰ τελευταῖα, ὡς εἰκός, εἰς μάρτυρας, ἐφ' ὧν καὶ δεδώκασι καὶ εἴληφεν. οὐ παρῆσαν οἱ μάρτυρες· χρεία γίνεται τῆς τούτων παραστάσεως. ἀποβλέψας εἰς τὸ ἐργῶδες τῆς παραστάσεως ὁ Ἰωάννης προθυμεῖται ἐπὶ καθαρισμῷ τῆς ἐκκλησίας καὶ φειδοῖ τῶν μαρτύρων, δι' ἑαυτοῦ παραγενόμενος εἰς τὴν Ἀσίαν, τὴν ἐξέτασιν συμπεραιῶσαι. θεασάμενος ὁ Ἀντωνῖνος τὸ ἄοκνον Ἰωάννου καὶ τὸ ἀδέκαστον, ὡς ἅτε συνειδὼς ἑαυτῷ, ὑπεισελθὼν εἰς ἕνα τῶν κρατούντων, οὗ καὶ τῶν γῃδίων ἐφρόντιζε τῶν ἐν τῇ Ἀσίᾳ, παρακαλεῖ αὐτὸν ποιῆσαι ἐπισχεθῆναι τὸν Ἰωάννην, ἵνα μὴ ἀπέλθῃ εἰς τὴν Ἀσίαν, ὑποσχόμενος τὴν τῶν μαρτύρων παράστασιν. ὃς ἐξαυ τῆς παρασκευάζει δηλωθῆναι ἐκ τοῦ παλατίου τῷ ἐπισκόπῳ Ἰωάννῃ τάδε· "Ἄτοπόν ἐστι πρᾶγμα, ἐπίσκοπόν σε ὄντα καὶ τῶν ψυχῶν ἡμῶν προστάτην, ἐν τοσαύτῃ προσδοκίᾳ θορύβου καταλείψαντα τὴν πόλιν, στείλασθαι τὴν ἀποδημίαν τὴν εἰς 87 τὴν Ἀσίαν, εὐχερῶς τῶν μαρτύρων διαγομένων." -ἦν δὲ ὁ Γαϊνᾶς, ὁ βάρβαρος, ὁ προσδοκώμενος θόρυβος. καὶ τί γάρ; ἵνα μὴ μακρηγορήσω, πείθεται ἀπομεῖναι, φροντίζων ὁμοῦ καὶ τῆς δίκης καὶ τῆς συντριβῆς τῶν μαρτύρων. ἑρμαῖον δὲ τῷ κατηγορηθέντι ὑπῆρχεν ἡ εἰς τοὺς μάρτυρας ἀναβολή, οὓς ἐδύνατο φυγαδεῦσαι ἢ ἀργυρίῳ ἢ δυναστείᾳ. ταῦτα προεορακὼς ὁ Ἰωάννης σκέπτεται μετὰ τῆς παρούσης συνόδου τινὰς τῶν παρόντων ἐπισκόπων ἀποσταλῆναι εἰς τὴν Ἀσίαν ἐπὶ ἐρω τήσει τῶν μαρτύρων. ἐξαυτῆς οὖν ὡρίσθησαν τρεῖς ἐπίσκοποι κατελθεῖν, Συγκλήτιος μητροπολίτης Τραϊανουπόλεως <καὶ> Ἡσύχιος ὁ Παρίου καὶ Παλλάδιος ὁ Ἑλενουπόλεως, διαλαλησάσης τῆς συνόδου ἐν τοῖς ὑπομνήμασιν, ὡς τὸν ἐντὸς δύο μηνῶν μὴ ἀπαντήσαντα καὶ συστάντα τοῖς ἑαυτοῦ δικαίοις ἐν Ὑπαί ποις τῇ Ἀσιανῶν πόλει (διὰ τὸ ἐκ γειτόνων εἶναι καὶ τοὺς ἐλεγχομένους καὶ τοὺς λοιποὺς τῶν ἐπισκόπων τοὺς ὀφείλοντας συνδικάσαι τοῖς περὶ Συγκλήτιον), τοῦτον ἀκοινώνητον γίνεσθαι. πρὸς τούτοις κατῆλθον οἱ τυπωθέντες Συγκλήτιος καὶ Παλλάδιος ἐν Σμύρνῃ· ὁ γὰρ Ἡσύχιος φίλος ὢν τοῦ Ἀντωνίνου προσεποιήσατο κεκακῶσθαι. ἐξαυτῆς δὲ γράψαντες ἐσήμαναν ἀμφο τέροις τοῖς μέρεσιν τὴν ἑαυτῶν ἐνδημίαν, ἵνα συνδραμόντες εἰς τὴν ὡρισμένην πόλιν ἐκπληρώσωσι τὰς ὑποσχέσεις. οἱ δὲ πείσαντες ἀλλήλους, ὁ μὲν χρυσίῳ, ὁ δὲ ὅρκῳ, φίλοι γεγόνασι πρὸ τῆς τῶν δικαστῶν παρουσίας. συνδραμόντες δὲ σχήματι ἐν τῇ Ὑπαιπινῶν ἐνόμιζον τοὺς κριτὰς διαπαίζειν ἐπὶ ὑπερ θέσει πάλιν τῶν μαρτύρων, ὡς ἐκδημούντων εἰς διαφόρους χρείας. πρὸς τούτοις ἐπερωτῶσιν οἱ δικασταὶ τὸν κατήγορον· " ̓Εντὸς οὖν ποσῶν ἡμερῶν διάγεις αὐτούς; καὶ ἐκδεχόμεθα." νομίσας αὐτοὺς δυσφοροῦντας πρὸς τὴν τῶν ἀέρων ἐπάχθειαν ἀποχωρεῖν (ἦν γὰρ τὸ ἀκραιφνὲς τῆς θερινῆς ὥρας) ὑπέσχετο, 88 ἐντὸς τεσσαράκοντα ἡμερῶν ἐγγράφως ἢ ἄγειν τοὺς μάρτυρας ἢ ὑφίστασθαι τὰ τῶν κανόνων. ἀφεθεὶς οὖν εἰς ἐπιζήτησιν τῶν μαρτύρων, καταλιπὼν τὸ πρᾶγμα, καταλαμβάνει τὴν Κωνσταντινούπολιν, ἐκεῖσε διαλανθάνων. ἐξεδέξαντο οἱ κριταὶ τὰς τεσσαράκοντα ἡμέρας, ὡς εἰκός· καὶ ὡς οὐδαμοῦ ἐφάνη, ἐπι στέλλουσι τοῖς πανταχοῦ τῆς Ἀσίας ἐπισκόποις, ποιήσαντες αὐτὸν ἀκοινώνητον, ἢ ὡς λιποτάκτην ἢ ὡς συκοφάντην. μετὰ δὲ τοῦτο προσεκαρτέρησαν ἄλλας τριάκοντα ἡμέρας καί, ὡς οὐδαμοῦ ἐφάνη, ἀναχωρήσαντες ἦλθον εἰς τὴν Κωνσταντινού πολιν· κἀκεῖ περιτυχόντες αὐτῷ ἐνεκάλουν ἐπὶ τῷ τετολμημένῳ. ὁ δὲ πάλιν ἀῤῥωστίαν σώματος προφασισάμενος ὑπισχνεῖτο τοὺς μάρτυρας. τούτων οὕτω χρονοτριβούντων,