1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

37

κρεμασθῆναι τῆς διδασκαλίας τὰ ὄργανα, οὐδὲ εἰπεῖν ἠνέσχοντο· "Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;". Ἀλλὰ καὶ ἐν ὄρεσι καὶ ἐν πεδίοις καὶ ἐν ἄστει καὶ ἐν προαστείοις καὶ ἐν οἰκίαις καὶ ἐν ἀγοραῖς ᾖδον διηνεκῶς τὴν ᾠδὴν κυρίου. Ἔμαθον γὰρ παρὰ τοῦ ∆αβὶδ ὅτι "τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη, καὶ πάντες οἱ κατοι κοῦντες ἐν αὐτῇ". Ἤκουσαν δὲ πάλιν τοῦ αὐτοῦ προφήτου λέγοντος· "Εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ." Ἤκουσαν δὲ καὶ τοῦ θεσπεσίου Παύλου παρεγγυῶντος "προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν". Καὶ αὐτὸς δὲ ὁ δεσπότης πρὸς τὴν Σαμαρεῖτιν διαλεγόμενος, σαφέστερον τοῦτο προείρηκεν· "Ἀμὴν γάρ, ἔφη, λέγω σοι, γύναι, ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστὶν ὅτε οὔτε ἐν τῷ τόπῳ τούτῳ οὔτε ἐν Ἱεροσολύμοις ἀλλ' ἐν παντὶ τόπῳ προσκυνήσουσι τῷ Πατρί." Ταῦτα πεπαιδευμένοι, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ, καὶ ἀποστολικῶς εἰπεῖν, "δημοσίᾳ καὶ κατ' οἴκους", διαμαρτυρόμενοι διετέ λουν καὶ οἷόν τινες ἄριστοι στρατηγοὶ τοὺς μὲν οἰκείους ὁπλίζοντες, τοὺς δὲ ἐναντίους κατακεντοῦντες. 8.7 Τὸ μὲν οὖν τὸν μέγαν Φλαβιανὸν καὶ τὸν θεῖον ∆ιόδωρον ὑποποιμαίνοντας τηνικάδε καὶ τῆς δευτέρας καθέδρας ἠξιωμένους ταῦτα δρᾶν ἃ προείρηκα, θαυμαστὸν μὲν καὶ εὐφημίας ἄξιον· ἀλλ' ὅμως ταῦτα ἔπραττον στρατηγοὶ προβεβλημένοι καὶ τοῖς στρατηγικοῖς ὑποκείμενοι νόμοις. Ὁ δὲ σοφώτατος Ἀφραάτης ἐθελοντὴς ἐπὶ τούτους κατεπήδησε τοὺς ἀγῶνας. Ἡσυχίᾳ γὰρ συντεθραμμένος καὶ καθ' ἑαυτὸν ζῆν προῃρημένος καὶ ἔξω βελῶν, τὸ δὴ λεγόμενον, καθήμενος, τοῦ πολέμου τὸ σφοδρὸν θεασάμενος τὴν οἰκείαν ἀσφάλειαν οὐκ ἠγάπησεν, ἀλλ' εἰς καιρὸν τῇ ἡσυχίᾳ ἐρρῶ σθαι φράσας πρόμαχος τῆς τῶν εὐσεβῶν ἐγένετο φάλαγγος, βάλλων μὲν καὶ βίῳ καὶ λόγῳ καὶ θαύμασι, βαλλόμενος δὲ οὐδέποτε. 8.8 Καὶ δήποτε θεασάμενος αὐτὸν ὁ πάντα ἀνόητος βασιλεὺς εἰς τὸ πολεμικὸν ἐξιόντα γυμνάσιον-ἐκεῖ γὰρ τότε συνέβη τοὺς τῆς τριάδος συναθροίζεσθαι θιασώτας· ὑπέδειξε δέ τις αὐτὸν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ βαδίζοντα ἐκ τῶν βασιλείων τῷ βασιλεῖ διακύπτοντι-ἤρετο ποῖ τὴν ὁρμὴν ἔχων ἐπείγοιτο. Τοῦ δὲ εἰρηκότος ὡς τὰς ὑπὲρ τῆς οἰκουμένης καὶ τῆς βασιλείας ἄπεισι προσευχὰς ποιησόμενος, πάλιν ὁ βασιλεὺς ἀπεκρίνατο· "Καὶ τί δήποτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, ἀδεῶς κατὰ τὴν ἀγορὰν βαδίζεις τὴν ἡσυχίαν καταλιπών;" Ὁ δὲ-καὶ γὰρ εἰώθει τὸν δεσπότην μιμούμενος παραβολικῶς συλλογίζεσθαι· "Εἰπέ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ παρθένος ἐτύγχανον ἐν θαλάμῳ τινὶ κρυπτο μένη, ἐθεασάμην δέ τινα πῦρ ἐμβάλλοντα τῇ τοῦ πατρὸς οἰκίᾳ, τί ἄν μοι συνεβούλευσας δρᾶσαι, ἐξαπτομένην θεωμένῃ τὴν φλόγα καὶ τὴν οἰκίαν ἐμπιμπραμένην ὁρώσῃ; ἔνδον καθῆσθαι καὶ πυρπολουμένην τὴν οἰκίαν παρορᾶν; Ἀλλ' οὕτως ἂν ἐγενόμην καὶ ἐγὼ τῆς πυρκαιᾶς παρανάλωμα. Εἰ δὲ λέγεις ὅτι δραμεῖν ἔδει καὶ ὕδωρ φέρειν καὶ διαθέειν ἄνω καὶ κάτω καὶ τὴν φλόγα σβεννύναι, μὴ μέμφου μοι, βασιλεῦ, τοῦτο αὐτὸ ποιοῦντι. Ὃ γὰρ ἂν συνεβούλευσας θαλαμευομένῃ παρθένῳ, τοῦτο δρᾶν ἀναγκάζομαι τὸν μονήρη βίον ἐπαγγελλόμενος. Εἰ δὲ μέμφῃ μοι τὴν ἡσυχίαν καταλιπόντι, ἐπιμέμφου σαυτῷ ταύτην εἰς τὸν θεῖον οἶκον ἐμβαλόντι τὴν φλόγα καὶ μὴ ἐμοὶ σβεννύναι βιαζομένῳ. Ὅτι μὲν γὰρ δήπουθεν ἐπαμύνειν προσήκει οἴκῳ πατρῴῳ ἐμπιπραμένῳ καὶ αὐτὸς ὡμολόγησας· ὅτι δὲ τῶν ἐπὶ γῆς πατέρων γνησιώτερος ὁ θεὸς παντί που δῆλον καὶ τῷ παντελῶς ἀμυήτῳ τῶν θείων. Οὐδὲν τοίνυν ἀπὸ σκοποῦ, οὐδὲ τῆς ἐξ ἀρχῆς προαιρέσεως ἐναντίον πράττομεν, ὦ βασιλεῦ, τοὺς τῆς εὐσεβείας τροφίμους συναθροίζοντές τε καὶ νέμοντες καὶ τὴν θείαν αὐτοῖς προσφέροντες πόαν." Τούτων εἰρημένων, ὁ μὲν βασιλεὺς ἐπεψήφιζε τῇ σιγῇ τῷ τῆς ἀπολογίας δικαίῳ