θνητὸν προσυφαίνετε; ∆ῆλον οὖν ὅτι παραλαβόντες οἱ δημιουργοὶ θεοὶ παρὰ τοῦ σφῶν πατρὸς τὴν δημιουργικὴν δύναμιν ἀπεγέννησαν ἐπὶ τῆς γῆς τὰ θνητὰ τῶν ζῴων· εἰ γὰρ μηδὲν ἔμελλε διαφέρειν οὐρανὸς ἀνθρώπου, καὶ ναὶ μὰ ∆ία θηρίου καὶ τελευταῖον αὐτῶν τῶν ἑρπετῶν καὶ τῶν ἐν τῇ θαλάσσῃ νηχομένων ἰχθύων, ἔδει τὸν ∆ημιουργὸν ἕνα καὶ τὸν αὐτὸν εἶναι πάντων· εἰ δὲ πολὺ τὸ μέσον ἐστὶν ἀθανάτων καὶ θνητῶν, οὐδεμιᾷ προσθήκῃ μεῖζον οὐδὲ ἀφαιρέσει μειούμενον πρὸς τὰ θνητὰ καὶ ἐπίκηρα, αἴτιον εἶναι προσήκει τούτων μὲν ἄλλους, ἑτέρων δὲ ἑτέρους. {ΚΥΡΙΛΛΟΣ} Ἀλλ' ἔν γε δὴ τούτοις ὅτι τὰ πάντα συγχεῖ, φύρει τε ἀλλήλαις τῶν πραγμάτων τὰς φύσεις, κατιδεῖν ἔστι τοῖς ἐθέλουσι, καὶ μάλα ῥᾳδίως. Πρῶτον μὲν γὰρ τοὺς ἐμφανεστέρους τῶν θεῶν εἰκόνας εἶναί φησι τῶν ἀφανεστέρων, ἃ καὶ νοητὰ καὶ αἰσθητὰ καλεῖν ἐδόκει τῷ Πλάτωνι, δοξαστὰ μετ' αἰσθήσεως ὀνομάζοντι τὰ ὁρώμενα. Ἔοικε δὲ διὰ τούτων ὁ γενναῖος ἡμῖν Ἰουλιανὸς τὰς ἰδέας βούλεσθαι καταδηλοῦν, ἃς ποτὲ μὲν οὐσίας καὶ ὑφεστάναι καθ' ἑαυτὰς διϊσχυρίζεται Πλάτων, ποτὲ δὲ καὶ ἐννοίας Θεοῦ διορίζεται. 2.45 Πλὴν ὅπωσπερ ἂν ἔχοι, καὶ τοῖς αὐτοῦ μαθηταῖς ἀπαράδεκτον εἶναί φασι τὸν ἐπὶ τῷδε λόγον οἱ ταῦτα τεχνῖται· Τὰ γὰρ εἴδη χαιρέτω, φησὶν ὁ Ἀριστοτέλης· τερετίσματα γάρ ἐστι, καὶ εἰ ἔστιν, οὐδὲν πρὸς τὸν λόγον. Ἀνθ' ὅτου δὴ οὖν αὐτὸς ἐμπεδοῦν ἀξιοῖ καὶ ὡς ἀκατάσκωπτον δόξαν εἰσκομίζειν ἐπιχειρεῖ τὸ καὶ τοῖς αὐτοῦ διδασκάλοις οὐκ εὖ ἔχειν ὑπειλημμένον; Εἶτα πρὸς τούτῳ καὶ ἕτερον αὐτοῦ λόγον οὐ μετρίως κατηρρωστηκότα τὸ ἀμαθὲς εὑρήσομεν· ἔφη γὰρ ὅτι τοὺς νοητοὺς καὶ ἀφανεστέρους τῶν θεῶν ἐνυπάρχοντάς τε καὶ συνυπάρχοντας καὶ ἐξ αὐτοῦ γεννηθέντας τοῦ ∆ημιουργοῦ καὶ προελθόντας οἶδεν ὁ Πλάτων. Προσεπάγει δὲ ὅτι καὶ τῶν ἐμφανῶν καὶ τῶν νοητῶν δημιουργός ἐστιν ὁ τῶν ὅλων Θεός, ὁ γῆν καὶ οὐρανὸν τεχνησάμενος. Ὅτε τοίνυν, καθὰ καὶ αὐτὸς διωμολόγηκεν ἐναργῶς, τούτων τε κἀκείνων γενεσιουργός ἐστιν ὁ ἀγέννητος Θεός, πῶς ἐξ αὐτοῦ γεγενῆσθαί φησιν αὐτούς, συνυπάρχειν τε καὶ ἐνυπάρχειν αὐτῷ; Πῶς, εἰπέ μοι, τῷ ἀγεννήτῳ Θεῷ συνυπάρξει τὸ γεννητόν; Ἐνυπάρξει δὲ κατὰ ποῖον τρόπον; Ἡμεῖς μὲν γὰρ ἀγέννητον ὄντα τὸν τοῦ Θεοῦ Λόγον συνυπάρχειν ἀναγκαίως τῷ φύσαντι διϊσχυριζόμεθα καὶ ἐνυπάρχειν μὲν αὐτῷ, προελθεῖν δὲ γεννητῶς ἐξ αὐτοῦ. Ὁ δέ γε τῆς Πλάτωνος εὑρεσιεπείας συνήγορος ἀκριβὴς ἀγέννητον μὲν εἶναί φησι τὸν ἀνωτάτω Θεόν, ἐνυπάρχειν δὲ καὶ ἐξ αὐτοῦ γεννηθῆναι καὶ προελθεῖν τοὺς παρ' αὐτοῦ γεγονότας, τὰ πάντα κυκῶν καὶ συγχέων καὶ τὸ ἀκραιφνὲς εἰς θεοπτίαν τοῦ μηδενὸς ἀξιώσας λόγου. 2.46 Φαίη δ' ἄν τις αὐτῷ τὸ ταῖς τῶν πολλῶν παρῳδούμενον γλώσσαις. Χωρὶς τὰ Μυσῶν καὶ Φρυγῶν ὁρίσματα. Ἄπαγε τῆς οὕτω ψυχρᾶς εἰκαιομυθίας, ἄνθρωπε· περὶ Θεοῦ σοι λόγος τοῦ πάντων ἐπέκεινα, καὶ σμικρὰ κομιδῇ περὶ τῆς αὐτοῦ δόξης ἁλίσκῃ πεφρονηκώς. Εἶτα γενεσιουργὸν αὐτὸς ἀποφήνας τῶν ὅλων καὶ μόνον ἀρκέσαντα πρὸς τὰ οὕτω λαμπρὰ καὶ ἀξιοθαύμαστα τῶν κτισμάτων, ἐπὶ τοῖς ἁπάντων μείοσι συλλαβέσθαι φησὶ θεοὺς ἑτέρους αὐτῷ καὶ συνεργάσασθαι πρὸς δημιουργίαν, οἳ καὶ φαῖεν ἂν ἴσως τῷ ἐπὶ πάντας Θεῷ· Παρ' ἡμῶν ἔρανον συνάγαγε, καὶ τὰ τρία θνητὰ λείποντά τε τῷ παντὶ παρακόμιζε γένη· σοῦ γὰρ διδόντος ψυχήν, ἡμεῖς τὸ σῶμα προσθήσομεν, ἀθανάτῳ θνητὸν προσυφαίνοντες. Ἀλλ' ἐρεῖ τάχα που καὶ συνασπίσει τοῖς οἰκείοις δόγμασιν ἐκεῖνο παρεντιθεὶς ὅτι τῶν ἐπιγείων σωμάτων τὴν φύσιν ἡ τῶν στοιχείων σύνοδος ἀπεργάζεται. Ἕπεται μὲν οὖν κἀν τούτῳ τοῖς ἑαυτοῦ καθηγηταῖς· φασὶ γὰρ δὴ καὶ Ἐμπεδοκλέα τὸν Μέτωνος οὕτω τε δοξάσαι καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν· ἀρχὰς γὰρ εἶναί φησι τῶν ὄντων πῦρ, ἀέρα καὶ ὕδωρ καὶ γῆν, προσεπάγει δὲ τούτοις Φιλίαν τε καὶ Νεῖκος· Μέμνηται δὲ τούτων καὶ ὁ Πλωτῖνος ἐν τῷ Περὶ τριῶν