ΠΑΝΤΟΚΡΑΤΟΡΑ. Καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου· Ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς Κύριος· ὁ μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, καὶ τὰ ἑξῆς. 8.1 ∆ιὰ μὲν τοῦ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ, πᾶσαν πολύθεον ἐκκόπτομεν πλάνην, ὅπλῳ κεχρημένοι τούτῳ πρὸς Ἕλληνας καὶ πᾶσαν ἐναντίαν αἱρετικῶν δύναμιν. ∆ιὰ δὲ τοῦ προστιθέναι, ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ, πρὸς τοὺς ἐκ περιτομῆς μαχόμεθα, τοὺς ἀρνουμένους τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καθὼς γὰρ εἴρηται τῇ χθὲς ἡμέρᾳ, καὶ πρὶν τρανῶσαι τὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ εἰπεῖν ὅτι ΠΑΤΗΡ, ἤδη ἐδηλώσαμεν, ὅτι υἱοῦ ἐστι πατήρ· ἵνα ὥσπερ νοοῦμεν, ὅτι Θεός ἐστιν, οὕτω νοήσωμεν, ὅτι καὶ υἱὸν ἔχει. Προστίθεμεν δὲ πρὸς ἐκείνοις, ὅτι καὶ ΠΑΝΤΟΚΡΑΤΩΡ ἐστίν. Τοῦτο δὲ καὶ διὰ Ἕλληνας καὶ Ἰουδαίους [ὁμοῦ] καὶ πάντας αἱρετικούς φαμεν. 8.2 Ἑλλήνων μὲν γάρ τινες, ψυχὴν τοῦ κόσμου τὸν Θεὸν εἶπον· καὶ ἕτεροι, τὴν ἐξουσίαν αὐτοῦ φθάνειν εἰς οὐρανὸν μόνον, μηκέτι δὲ καὶ εἰς γῆν. Καί τινες πλανηθέντες μετ' ἐκείνων, κακῶς τῷ ῥητῷ συγχρησάμενοι τῷ λέγοντι, Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν, ἐτόλμησαν τοῦ Θεοῦ τὴν πρόνοιαν ἕως νεφελῶν περιγράψαι καὶ οὐρανοῦ, ἀπαλλοτριῶσαι δὲ τοῦ Θεοῦ τὰ ἐπὶ γῆς· ἐπιλαθόμενοι τοῦ ψαλμοῦ τοῦ λέγοντος, Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Εἰ γὰρ ὑψηλότερον μὲν οὐρανοῦ οὐδέν ἐστι, βαθύτερον δὲ τῆς γῆς ὁ ᾅδης· ὁ τὰ κατώτερα κρατῶν, ἅπτεται καὶ τῆς γῆς. 8.3 Αἱρετικοὶ δὲ πάλιν, καθὼς εἴρηται καὶ πρότερον, οὐκ οἴδασιν ἕνα παντοκράτορα Θεόν. Παντοκράτωρ γάρ ἐστιν, ὁ πάντων κρατῶν, ὁ πάντων ἐξουσιάζων. Οἱ δὲ λέγοντες, τὸν μὲν εἶναι τῆς ψυχῆς δεσπότην, τὸν δέ τινα τοῦ σώματος, οὐδέτερον αὐτῶν τέλειον λέγουσι, τῷ λείπειν ἑκάτερον θατέρῳ. Ὁ γὰρ ψυχῆς ἐξουσίαν ἔχων, σώματος δὲ ἐξουσίαν μὴ ἔχων, πῶς παντοκράτωρ; Καὶ ὁ δεσπόζων σωμάτων, μὴ ἐξουσιάζων δὲ πνευμάτων, πῶς παντοκράτωρ; Ἀλλ' ἀπελέγχει τούτους ὁ Κύριος, ἀπεναντίας λέγων· Φοβήθητε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Εἰ γὰρ μὴ ἔχει ἑκατέρων τὴν ἐξουσίαν, πῶς ἀμφότερα ὑποβάλλει τῇ τιμωρίᾳ ὁ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ; Πῶς γὰρ δυνήσεται τὸ ἀλλότριον σῶμα λαβὼν, βαλεῖν εἰς γέενναν· ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσῃ; 8.4 Ἀλλ' ἡ θεία γραφὴ καὶ τὰ τῆς ἀληθείας δόγματα, ἕνα Θεὸν οἶδε, πάντων μὲν κρατοῦντα τῇ δυνάμει, πολλῶν δὲ ἀνεχόμενον διὰ τὸ θέλειν. Κρατεῖ γὰρ καὶ τῶν εἰδωλολατρῶν, ἀλλ' ἀνέχεται δι' ἀνεξικακίαν. Κρατεῖ καὶ τῶν ἀθετούντων αὐτὸν αἱρετικῶν, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν. Κρατεῖ καὶ τοῦ διαβόλου, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν· οὐ γὰρ ἀδυνατῶν ἀνέχεται, ὡς νικώμενος. Ἀρχὴ γάρ ἐστι πλάσματος Κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι, οὐχ ὑπ' αὐτοῦ (ἀνάξιος γάρ ἐστιν), ἀλλ' ὑπὸ τῶν ἀγγέλων τῶν ὑπ' αὐτοῦ πεποιημένων. Συνεχώ ρησε δὲ αὐτῷ [καὶ] τὸ ζῇν, ἵνα δύο γένηται πράγματα· αὐτός τε μειζόνως ἀσχημονῇ νικώμενος, καὶ [οἱ] ἄνθρωποι στεφανωθῶσιν. Ὦ πανσόφου θείας προνοίας, ἥτις τὴν πονηρὰν προαίρεσιν εἰς ὑπόθεσιν σωτηρίας λαμβάνει τῶν πιστῶν. Ὥσπερ γὰρ τὴν μισάδελφον τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ προαίρεσιν, ἔλαβεν εἰς ὑπόθεσιν τῆς ἰδίας οἰκονομίας, καὶ συγχωρήσας αὐτοῖς κατὰ μῖσος πωλῆσαι τὸν ἀδελφὸν, ὑπόθεσιν ἔλαβε τοῦ βασιλεῦσαι τοῦτον ὃν ἤθελεν· οὕτω συνεχώρησε παλαίειν τῷ διαβόλῳ, ἵνα οἱ νικῶντες στεφανωθῶσι, καὶ ἵνα νίκης γενομένης, ὁ μὲν μεῖζον ἀσχημονῆται, ὑπὸ τῶν ἡττόνων νικώμενος, ἄνθρωποι δὲ μεγάλως εὐδοκιμῶσι, τόν ποτε ἀρχάγγελον νικήσαντες. 8.5 Οὐδὲν οὖν ὑπεξῄρηται τῆς τοῦ Θεοῦ δυνάμεως. Περὶ αὐτοῦ γὰρ λέγει ἡ γραφή, Ὅτι τὰ σύμπαντα δοῦλα σά. Τὰ σύμπαντα μὲν, δοῦλα αὐτοῦ· εἷς δὲ αὐτοῦ μόνος Υἱὸς, καὶ ἓν τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἐκτὸς τούτων πάντων· καὶ τὰ σύμπαντα δοῦλα, διὰ τοῦ ἑνὸς Υἱοῦ ἐν ἁγίῳ Πνεύματι δουλεύει τῷ δεσπότῃ. Κρατεῖ τοίνυν τῶν πάντων ὁ Θεὸς, καὶ ἀνέχεται καὶ φονέων καὶ λῃστῶν, καὶ πόρνων διὰ μακροθυμίαν· ὁρίσας καιρὸν τῆς προθεσμίας, καθ' ὃν ἀποδίδωσιν ἑκάστῳ· ἵνα οἱ πολυχρόνιον λαβόντες τὴν