ἔπεσον τῶν μερῶν, καὶ τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι ποταμηδὸν καταρρέοντι. ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ Μιχαὴλ ἐξάδελ φος αὐτοῦ καὶ Κουρτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμενίων. 4 ταῦτα ὁ ∆οὺξ Κωνσταντῖνος μαθών, ταραχῆς ὅτι πλείστης γενομένης, τὸν ἵππον ἐξήλαυνεν. ὁ δὲ ταῖς ἐκεῖσε ὑπεστρωμέναις ἐνολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν. ἐπεὶ δέ τις αὐτὸν κατὰ γῆς ἐρριμμένον κατέλαβεν οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαν τες, ξίφει τὴν τούτου ἀπέτεμε κεφαλήν. 5. Τούτων οὕτως τελεσθέντων Γρηγορᾶς μάγιστρος ὁ τού του πενθερός, μετὰ Λέοντος ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ προσέφυγον, οὓς καὶ βίᾳ ἐκεῖθεν ἀποσπάσαντες ἀπέκειραν μοναχοὺς ἐν τῇ τῶν Στουδίου μονῇ. Κωνσταντῖνον δὲ τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες, ῥάκη τε περιβαλόντες καὶ ὄνῳ ἐπικαθίσαντες, διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν, καὶ ἐν τῇ τοῦ ∆αλμάτου ἀπαγαγόντες μονῇ ἐγκα τάκλειστον τῇ λεγομένῃ Καταδίκῃ πεποιήκασι. Λέοντα δὲ τὸν Κατακαλίτζην καὶ Ἀβεσαλὼν τὸν τοῦ Ἀρωτρᾶ ἐκτυφλώσαντεςἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τοῦ Εὐλαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Θεόφιλος ὁ ὕπαρχος ὁ τοῦ Λαμπύδου ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ξίφει ἀπέτεμεν. οὐ μικρῶς δὲ διερευνησάμενοι 877 περὶ Νικήτα ἀσηκρήτου καὶ Κωνσταντίνου τοῦ Λιβὸς οὐχ εὗρον αὐτοὺς ὡς χρησαμένους φυγῇ. τὸν δὲ Αἰγίδην ἐκεῖνον καὶ τοὺς σὺν αὐτῷ, ἀνδρείους ὄντας καὶ πολλούς, ἀπό τε τῆς ἐν Χρυσο πόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου διδύμοις ξύλοις πάντας ἐνεσκολόπισαν. καὶ πολλοὺς ἂν τῶν ἐν τέλει τότε ἀνηλεῶς καὶ ἀναιτίως οἱ λεγόμενοι οὗτοι ἐπίτροποι ἀπέκτειναν, εἰ μή τινες τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, εἰπόντες αὐτοῖς ὡς παιδὸς ὄντος τοῦ βασιλέως, πῶς ἄνευ τῆς κελεύσεως αὐτοῦ τολμᾶτε τοιαῦτα διαπράττεσθαι; 6 τὴν τοῦ ∆ουκὸς οὖν γυ ναῖκα ἀποκείροντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον ἑαυτῆς ἐξαπέστει λαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτῆς Στέφανον. 7. Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βούλγαρος ἄρχων, ἐκ στρατεύσας κατὰ Ῥωμαίων σὺν ὄχλῳ πολλῷ καὶ βαρεῖ, κατέλα βεν τὴν Κωνσταντινούπολιν, καὶ δὴ περικαθίσας αὐτὴν χάρακα περιέβαλεν ἀπὸ Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Χρυσῆς πόρ της, ἐλπίσι μετέωρος ὢν ἀπονητὶ ταύτην πάντως ἑλεῖν. ἐπεὶ δὲ τήν τε τῶν τοίχων κατέμαθεν ὀχυρότητα τήν τε ἐκ τοῦ πλήθους καὶ τῶν πετροβόλων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ λεγο μένῳ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. τῶν δὲ ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμένων, ἀποστέλλει Συμεὼν Θεόδωρον μάγιστρον τοῦ συλλαλῆσαι τὰ τῆς εἰρήνης. ἀναλαβόμενοι δὲ ὅ τε πατριάρχης Νικόλαος καὶ Στέφανος καὶ 878 Ἰωάννης οἱ μάγιστροι τὸν βασιλέα ἦλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς Συμεών, καὶ συνεστιάθησαν τῷ βα σιλεῖ ἐν τοῖς παλατίοις. Νικόλαος δὲ ὁ πατριάρχης ἐξῆλθε πρὸς Συμεών· ᾧ τινὶ τὴν κεφαλὴν ὑπέκλινε Συμεών. εὐχὴν οὖν ὁ πα τριάρχης ποιήσας ἀντὶ στέμματος, ὥς φασι, τὸ ἴδιον ἐπιρριπτά ριον τῇ αὐτοῦ ἐπέθηκε κεφαλῇ. δώροις οὖν ἀμέτροις τε καὶ μεγί στοις φιλοφρονηθέντες ὅ τε Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν, ἀσύμφωνοι ἐπὶ τῇ εἰρημένῃ εἰρήνῃ δια λυθέντες. 8. Τοῦ βασιλέως οὖν Κωνσταντίνου, ἅτε παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος· ἤδη γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου, ὡς εἴρηται, Ἀλέξανδρος ὁ βασιλεύς· ἣν καὶ ἀναβιβά ζουσιν πάλιν. αὕτη οὖν περικρατὴς γενομένη τῆς βασιλείας ἀνα βιβάζει εἰς τὸ παλάτιον Κωνσταντῖνον τὸν παρακοιμώμενον καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους λεγομένους, καὶ τῇ βουλῇ Ἰωάννου Ἐλαδᾶ καταβιβάζει τοὺς οἰκείους Ἀλεξάνδρουτοῦ βασιλέως, Ἰωάννην τὸν ῥαίκτωρα καὶ τὸν λεγόμενον Γαβριη λόπουλον καὶ Βασιλίτζην καὶ τοὺς λοιπούς. προχειρίζεται δὲ Ζωὴ Αὐγοῦστα Θεοφύλακτον ∆ομήνικον ἑταιρειάρχην. Ἰωάννης δὲ μάγιστρος ὁ Ἐλαδᾶς νόσῳ περιπεσὼν καὶ ἀπαγορευθεὶς παρὰ τῶν ἰατρῶν, κατελθὼν ἐκ τοῦ παλατίου καὶ ἐν ταῖς Βλαχέρναις παρα γενόμενος καὶ ὑπὸ τῆς νόσου βαρηθεὶς τελευτᾷ. συμβουλῇ ∆ο