οὐράνιος ποιήσει, ἐὰν μὴ 20ἀφῆτε20 ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.» λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν 20ἀφετέον20, κἂν πολλάκις τοῦτο ὁ 20ὀφειλέτης20 ἡμῶν ποιῇ «ἐὰν» γὰρ «ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,» φησὶν, «εἰς σὲ» «ὁ ἀδελφός σου» «καὶ ἑπτάκις ἐπι στρέψῃ λέγων· μετανοῶ, 20ἀφήσεις20 αὐτῷ.» οὐχ ἡμεῖς δὲ χαλεποὶ πρὸς τοὺς μὴ μετανοοῦντας, ἀλλ' ἑαυτοῖς οἱ τοιοῦτοί εἰσι πονηροί· «ὁ» γὰρ «ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν»· πλὴν καὶ ἐπὶ τῶν τοι ούτων τὴν θεραπείαν παντὶ τρόπῳ ζητητέον ἐγγενέσθαι τῷ τὰ πάντα διαστραφέντι, ὡς μηδὲ συναισθέσθαι τῶν ἰδίων κακῶν με θύειν δὲ μέθην ὀλεθριωτέραν τῆς «ἀπὸ οἴνου,» τὴν ἀπὸ τοῦ σκο τισμοῦ τῆς κακίας. 28.8 ὁ δὲ Λουκᾶς εἰπών· «0ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν20» 28.8 (ἐπεὶ τὰ ἁμαρτήματα 20ὀφειλόντων ἡμῶν20 καὶ μὴ ἀποδιδόντων συν ίσταται) τὸ αὐτὸ λέγει τῷ Ματθαίῳ, ὅστις οὐκ ἔοικε χώραν δι δόναι τῷ βουλομένῳ μετανοοῦσιν 20ἀφιέναι20 τοῖς 20ὀφείλουσι20 μόνον, λέγων ὑπὸ τοῦ σωτῆρος νενομοθετῆσθαι τὸ ἡμᾶς δεῖν ἐν τῇ εὐχῇ προστιθέναι· «0καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν20.» πάντες μέντοι γε ἐξουσίαν <ἔχομεν> 20ἀφιέναι20 τὰ εἰς ἡμᾶς ἡμαρτημένα· ὅπερ δῆλόν ἐστιν ἔκ τε τοῦ «0ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφει λέταις ἡμῶν20» καὶ ἐκ τοῦ «0καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφεί λοντι ἡμῖν20.» ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ «ἀπὸ τῶν καρπῶν» γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ' ἕκαστον τῶν κατὰ λόγον πρακτέων, 20ἀφίησιν20 ἃ ἐὰν 20ἀφῇ ὁ θεὸς20 καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι 20ἀφιέναι20 θεῷ. 28.9 ἔχουσι δὲ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ αἱ περὶ τῆς τῶν ἀποστόλων γινομένης ἀφέσεως φωναὶ οὕτως· «λάβετε πνεῦμα ἅγιον· ἄν τινων 20ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται20 αὐτοῖς· ἄν τινων κρα τῆτε, κεκράτηνται.» εἰ δέ τις ἀβασανίστως ἐκλαμβάνει ταῦτα, ἐγκα λέσαι τις ἂν τοῖς ἀποστόλοις μὴ πᾶσιν 20ἀφιεῖσιν20, ἵνα πᾶσιν 20ἀφεθῇ20, ἀλλά «τινων» «0τὰς ἁμαρτίας20» κρατοῦσιν, ὡς δι' αὐτοὺς καὶ παρὰ θεῷ κρατεῖσθαι αὐτάς. χρήσιμον δὲ παράδειγμα ἀπὸ τοῦ νόμου λαβεῖν πρὸς τὸ νοηθῆναι τὴν δι' ἀνθρώπων ἄφεσιν ὑπὸ θεοῦ γινο μένην ἀνθρώποις ἁμαρτημάτων. οἱ κατὰ νόμον ἱερεῖς κωλύονται περί τινων προσφέρειν ἁμαρτημάτων θυσίαν, ἵνα 20ἀφεθῇ20 τοῖς, περὶ ὧν αἱ θυσίαι, τὰ πλημμελήματα. καὶ οὐ δή που τὴν περί τινων ἐξουσίαν ὁ ἱερεὺς ἀκουσίων ἢ πλημμελημάτων ἀναφορὰν ἔχων ἤδη καὶ περὶ μοιχείας ἢ ἑκουσίου φόνου ἤ τινος ἄλλου χαλεπωτέρου πταίσματος προσφέρει «ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας.» οὕτω τοι γαροῦν καὶ οἱ ἀπόστολοι καὶ οἱ τοῖς ἀποστόλοις ὡμοιωμένοι, ἱερεῖς ὄντες κατὰ τὸν «μέγαν» «ἀρχιερέα,» ἐπιστήμην λαβόντες τῆς τοῦ θεοῦ θεραπείας, ἴσασιν, ὑπὸ τοῦ πνεύματος διδασκόμενοι, περὶ ὧν χρὴ ἀναφέρειν θυσίας ἁμαρτημάτων καὶ πότε καὶ τίνα τρόπον, καὶ γι νώσκουσι, περὶ ὧν οὐ χρὴ τοῦτο ποιεῖν. ὁ γοῦν ἱερεὺς Ἠλεὶ ἁμαρ τάνοντας ἐπιστάμενος τοὺς υἱοὺς Ὀφνεὶ καὶ Φινεὲς, ὡς μηδὲν δυνά μενος εἰς ἄφεσιν ἁμαρτημάτων αὐτοῖς συνεργῆσαι, καὶ τὸ ἀπογινώ σκειν τοῦτ' ἔσεσθαι ὁμολογεῖ δι' ὧν φησιν· «ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» 28.10 οὐκ οἶδ' ὅπως ἑαυτοῖς τινες ἐπιτρέψαντες τὰ ὑπὲρ τὴν ἱερατι κὴν ἀξίαν, τάχα μηδὲ ἀκριβοῦντες τὴν ἱερατικὴν ἐπιστήμην, αὐχοῦσιν ὡς δυνάμενοι καὶ εἰδωλολατρείας συγχωρεῖν μοιχείας τε καὶ πορνείας 20ἀφιέναι20, ὡς διὰ τῆς εὐχῆς αὐτῶν περὶ τῶν ταῦτα τετολμηκότων λυομένης καὶ 20τῆς20 «πρὸς θάνατον» 20ἁμαρτίας20· οὐ γὰρ ἀναγινώσκουσι τὸ «ἔστιν 20ἁμαρτία20 πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα τις ἐρω τήσῃ.» οὐκ ἀποσιωπητέον καὶ τὸν ἀνδρειότατον Ἰὼβ περὶ τῶν υἱῶν ἀναφέροντα θυσίαν, λέγοντα· «μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ