ἀποθνήσκει ὁ Ἀντωνῖνος, μεθ' οὗ εἶχεν ὁ Εὐσέβιος τὴν δίκην. αὖθις ψήφισμα ἔρχεται ἀπὸ Ἀσίας, τοῦτο μὲν τοῦ κλήρου τῆς ἐκκλησίας τῆς Ἐφεσίων, τοῦτο δὲ τῶν ἐπισκόπων, πρὸς τὸν Ἰωάννην, ἀξίωσιν μεθ' ὅρκου φρικτοῦ περιέχον· "Ἐπειδὴ ἐν τοῖς ἔμπροσθε χρόνοις φύρδην οἵ τε θεσμοὶ καὶ ἡμεῖς ἐποιμάνθημεν, ἀξιοῦμέν σου τὴν τιμιότητα κατελθοῦσαν τύπον ἐπιθεῖναι θεόπεμπτον τῇ Ἐφεσίων ἐκκλησίᾳ ἐκ μακρῶν τῶν χρόνων καταπονηθείσῃ, τοῦτο μὲν ὑπὸ τῶν τὰ Ἀρείου φρονούντων, τοῦτο δὲ ὑπὸ τῶν τὰ ἡμέτερα μετὰ πλεονεξίας καὶ φιλαυτίας αὐχούντων· ἐπειδὴ μάλιστα πολλοὶ οἱ ἐφεδρεύοντες, ὡς λύκοι βαρεῖς, διὰ χρημά των ἁρπάσαι τὸν θρόνον ἐπειγόμενοι." ὁ δὲ Ἰωάννης ἐν τοσ αύτῃ σώματος ἀνωμαλίᾳ καὶ χειμερίας τῆς ὥρας, οὐδὲν πρὸ ὀφθαλμῶν θέμενος λυπηρόν, ἐπὶ καταστάσει μάλιστα νενοση κότων πραγμάτων ὅλης τῆς Ἀσιανῆς διοικήσεως δι' ἀπειρίαν ἢ ἐρημίαν ποιμένων, τονωθεὶς τῇ προθυμίᾳ, ἐμβὰς εἰς πλοῖον, ἀπαίρει τῆς πόλεως. ἐπιγενομένου δὲ σφοδροῦ ἀνέμου βοῤῥέου, φοβηθέντες οἱ ναυτικοί, ἵνα μὴ εἰς τὴν Προκονησσὸν ἐκριφῶσι, 89 τὸ ἔπαρμα θέντες τῇ βαλλομένῃ, ὑποτρέχουσι τὸ ὄρος τοῦ Τρίτωνος· κἀκεῖσε ῥίψαντες τοὺς κατόχους, ἔμενον ἐκδεχόμενοι νότον, ἵνα παραβάλωσι τῇ Ἀπαμείᾳ. ἐπιμείναντες οὖν δύο ἡμέρας νήστεις ῥεμβόμενοι ἐν τῷ πλοίῳ, τῇ τρίτῃ ἐξῆλθον εἰς τὴν Ἀπάμειαν, ἐν ᾗ ἐξεδέχοντο Παῦλος καὶ Κυρῖνος καὶ Παλ λάδιος οἱ ἐπίσκοποι (τούτους γὰρ ἔλαβε συνεκδήμους ὁ Ἰωάννης). διανύσαντες δὲ τῇ πεζικῇ πορείᾳ τὴν ὁδὸν εἰσβάλλουσιν εἰς τὴν Ἔφεσον· καὶ συναγαγόντες τοὺς τῆς Λυδίας ἐπισκόπους καὶ Ἀσίας καὶ Καρίας συντείνοντας εἰς ἑβδομήκοντα ἄνδρας, ποιοῦνται τὴν χειροτονίαν, τῶν πολλῶν ἐκ προθυμίας ἑκουσίου ἀπαντησάντων, μάλιστα Φρυγῶν, ἐπὶ ἀπολαύσει στόματος σοφίας, κατὰ τὸ εἰρημένον· "Σοφία ἐν ἐξόδοις ὑμνεῖται" (τοῦτ' ἔστιν ἐν τοῖς λαλοῦσιν), "ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει" (τοῦτ' ἔστι καρδίαις ταῖς διὰ πολυτρόπων θλίψεων πλατυν θείσαις, κατὰ τό, "Ἐν θλίψει ἐπλάτυνάς με"). -στενοχωρεῖται γὰρ ἡ σοφία ἐν τοῖς τὰ ζιζάνια γεωργοῦσι καὶ τὸν λόγον συμπνίγουσιν. <ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ> Τούτων οὖν οὕτως ἐχόντων, προσῆλθεν ὁ τῆς μακρηγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. προσαντι λέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. ἐπὶ τούτοις ἱκετεύει λέγων· "Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ δύο ἔτη ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγέ νηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοσεβείας σήμερον πάραυτα δοῦναί με τοὺς μάρτυρας. εἰ γὰρ καὶ Ἀντωνῖνος ἐτελεύτησεν ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ' οὖν 90 γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες." ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα. ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρώην πραχθέντων ὑπομνημάτων. εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέν των. ἐν μὲν τῇ ἀρχῇ ἠρνοῦντο· ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ καὶ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαῤῥη κέναι, καὶ γυναικῶν τινων, καὶ τὰ εἴδη τῶν ἐνεχύρων λεγόντων, καὶ τοὺς τόπους καὶ τοὺς καιροὺς καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς διακειμένης αὐτῶν τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολο γοῦσι δίχα πολλῆς ἀνάγκης, ὅτι "∆εδώκαμεν, ὡμολόγηται, καὶ γεγόναμεν, τοιαύτην νομίσαντες εἶναι ἀκολουθίαν, ἵνα δόξωμεν τοῦ βουλευτηρίου ἐλευθεροῦσθαι. καὶ νῦν δεόμεθα, εἰ μὲν ἔστιν ὅσιον, ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς ἐκκλησίας· ἐπεὶ κἂν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν· τῶν γὰρ γυναικῶν ἡμῶν τινες δεδώκαμεν σκεύη." ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι "Τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς σὺν Θεῷ ἀπαλ λάξω, ἀξιώσας τὸν βασιλέα· ὑμεῖς δὲ προστάξατε αὐτοὺς λαβεῖν ὃ δεδώκασιν παρὰ τῶν Ἀντωνίνου κληρονόμων." προσέταξεν ἡ σύνοδος, τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται Ἰουδαϊκὸν ἢ Αἰγύπτιον, τοῦ πωλεῖν καὶ