1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

38

συλλογισθείς. 8.9 Εἷς δέ τις τῶν οὔτε εἰς ἄνδρας, οὔτε εἰς γυναῖκας τελούντων, ἀλλ' ἀφῃρημένων τὸ τῷ χρόνῳ γενέσθαι πατέρες, καὶ τούτου εἵνεκα εὐνοεῖν βασιλεῖ νομιζομένων καὶ τὴν προσηγορίαν ἐντεῦθεν καρπουμένων, οὗτος ἄνωθεν τῷ θείῳ ἀνθρώπῳ λοιδορησάμενος καὶ θάνατον προσηπείλησεν, ἀλλ' οὐκ εἰς μακρὰν ἔτισε τῆς θρασύτητος δίκην. Τοῦ γὰρ βασιλέως βαλανείῳ τὸ σῶμα θεραπεῦσαι θελήσαντος, προεισῆλθε μὲν ὁ δείλαιος ὡς τὴν πύελον ὀψόμενος εἰ εὖ κεκραμένη εἴη. Πηρωθεὶς δὲ τὰς φρένας τῇ τὸ ἄκρατον δεχομένῃ θερμὸν ὕδωρ ἐπεπήδησεν ἀσαμίνθῳ καὶ οὐδενὸς ἐπαρήγοντος-μόνος γὰρ ὡς ὀψόμενος εἰ εὐτρεπὴς εἴη εἰσεληλύθει-διέμεινεν ἑψούμενος καὶ διαλυόμενος. Χρόνου δὲ μεταξὺ τριβομένου, εἰσπέμπει ἄλλον ὁ βασιλεὺς ἐκεῖνον καλέσοντα· οὐδένα δὲ οὗτος ἐν οὐδενὶ τῶν οἴκων εὑρών, ἀπαγγέλλει τῷ βασιλεῖ. Ἐκ τούτου πλείους εἰσέθεον τὰς πυέλους ἁπάσας διερευνώμενοι καὶ τὸ τελευταῖον εἰς ἐκείνην ἀφικόμενοι ὁρῶσιν αὐτὸν ἐρριμμένον καὶ τῆς ζωῆς ἐστερη μένον. Θορύβου δὲ γενομένου καὶ πάντων ὀδυρομένων, οἱ μὲν τὸ θερμὸν ἐκεῖνο ἐξήντλησαν ὕδωρ, οἱ δὲ τὸ τρισάθλιον ἀνεκόμισαν σῶμα. 8.10 Ἐντεῦθεν δέος ἐπιπίπτει τῷ βασιλεῖ καὶ πᾶσι τοῖς κατὰ τῆς εὐσεβείας ὁπλιζομένοις. Φήμη δὲ διὰ πάσης ἠχεῖτο τῆς πόλεως οἵας ἐκεῖνος ὁ ταλαίπωρος τῆς κατὰ Ἀφραάτου παροινίας ἔτισε δίκας καὶ πάντες τὸν Ἀφραάτου διετέλουν ὑμνοῦντες θεόν. Τοῦτο, τῶν ἐναντίων ἐπικειμένων, ἐξοστρα κισθῆναι τὸν τοῦ θεοῦ ἄνθρωπον διεκώλυσεν. Ἐκδειματωθεὶς γὰρ ὁ βασιλεὺς τοὺς μὲν ταῦτα παραινοῦντας ἀπεστρέφετο, ἐν αἰδοῖ δὲ τὸν ἄνδρα εἶχεν. 8.11 Ἔμαθε δὲ αὐτοῦ τὴν ἀρετὴν καὶ ἑτέρωθεν. Ἵππος τις τῶν εὖ πεφυκότων καὶ φέρειν εὖ μάλα δεδιδαγ μένος ἐπέραστος ἦν λίαν τῷ βασιλεῖ. Τούτῳ πάθος τι συμβὰν ἀνιαρῶς διετίθει τὸν βασιλέα. Ἐπείχετο δὲ αὐτοῦ τῶν ὑγρῶν περιττωμάτων ἡ ἔκκρισις. Πρὸς ταύτην ἐκαλοῦντο τὴν θεραπείαν οἱ ταύτην ἠσκημένοι τὴν τέχνην. Ἡττωμένης δὲ καὶ ταύτης, ἠνιᾶτο μὲν ὁ βασιλεὺς, ὠλοφύρετο δὲ ὁ τῶν ἵππων πεπιστευμένος τὴν ἐπιμέλειαν. Εὐσεβὴς δὲ ὢν καὶ κατὰ τὴν πίστιν ἐρρωμένος, μεσούσης ἡμέρας, καταλαμβάνει σὺν τῷ ἵππῳ τοῦ μεγάλου Ἀφραάτου τὸ καταγώγιον καὶ τὸ πάθος εἰπὼν καὶ τὴν πίστιν δηλώσας ἱκέτευε προσευχῇ λῦσαι τὴν νόσον. Ὁ δὲ οὐδὲν μελλήσας, ἀλλὰ παραυτίκα τὸν θεὸν ἱκετεύσας, ὕδωρ ἐκέλευσεν ἐκ τοῦ φρέατος ἀνιμή σασθαι, καὶ τούτῳ τοῦ σωτηρίου σταυροῦ τὸ σύμβολον ἐπιθεὶς προσφέρειν τῷ ἵππῳ προσέταξεν. Ὁ δὲ παρὰ τὸ εἰωθὸς ἔπιεν. Εἶτα ἔλαιον τῇ ἐπικλήσει τῆς θείας πληρώσας εὐλογίας, ἐπιχρίει τὴν τοῦ ἵππου γαστέρα καὶ τῇ ἁφῇ τῆς χειρὸς εὐθὺς ἐλύθη τὸ πάθος καὶ παραχρῆμα ἡ ἔκκρισις κατὰ φύσιν ἐγένετο. Γεγηθὼς τοίνυν ὁ ἄνθρωπος τὸν ἵππον λαβὼν ἐπὶ τὸν ἱππῶνα ἔτρεχεν. 8.12 ∆είλης δὲ ὀψίας-κατὰ τοῦτον γὰρ ὁ βασιλεὺς τὸν καιρὸν εἰώθει παρὰ τὸν ἱππῶνα φοιτᾶν-, ἧκέ τε καὶ ἤρετο ὅπως ἔχοι ὁ ἵππος. Τοῦ δὲ τὴν ὑγιείαν σημάναντος καὶ τὸν ἵππον ἐξαγαγόντος ἐρρωμένον τε καὶ γαυριῶντα καὶ χρεμε τίζοντα καὶ τὸν αὐχένα σοβαρῶς ἀνατείνοντα, τῆς ὑγιείας τὴν αἰτίαν ἐπυνθάνετο. Ὡς δὲ πολλάκις εἰπεῖν ἀναβαλλόμενος -ἐδεδίει γὰρ ὑποδεῖξαι τὸν ἰατρόν, δυσμενῆ τὸν ἐρόμενον ἐπιστάμενος-, ὀψέ ποτε τἀληθὲς εἰπεῖν ἐβιάσθη καὶ τῆς θεραπείας τὸν τρόπον ἐδίδαξεν. Ἐκπλήττεται μὲν ὁ βασιλεὺς καὶ ἀξιάγαστον εἶναι τὸν ἄνδρα καθομολογεῖ· οὐ μὴν τῆς προτέρας ἀπηλλάγη μανίας, ἀλλ' ἐπέμενε κατὰ τοῦ μονογε νοῦς λυττῶν ἕως ὅτου βαρβαρικοῦ πυρὸς ἐγένετο παρανάλωμα, οὐδὲ ταφῆς ἶσα τοῖς οἰκέταις ἢ προσαίταις ἀξιωθείς.