ΨΑΛΜΟΣ τῷ ∆αυΐδ. ΛSʹ. Ὑπόθεσις. ∆ιδασκαλίαν περιέχει ὁ ψαλμὸς, εἰσηγούμενος τῷ νέῳ λαῷ ἀποχὴν μὲν τῶν πονηρῶν, ἐπιτήδευσιν δὲ τῶν ἀγαθῶν· ἐξ ἑκατέρων πείθων, ἔκ τε τῆς τοῖς ἀγαθοῖς ηὐτρεπισμένης ἐλπίδος, ἔκ τε τῆς τοῖς πονη ροῖς ἀποκειμένης κολάσεως. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου 27.177 τοὺς ποιοῦντας τὴν ἀνομίαν. Παραινεῖ φεύγειν τὴν πονηρίαν, ὡς ἔκπτωσιν εἶναι παντὸς ἀγαθοῦ ταύτης ὑπογράφων τὸ τέλος. Καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς. Γῆν λέγει τὴν θεόπνευστον Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγ γελίαι. Παραινεῖ διαπαντὸς τῶν θείων προσχέσθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ' αὐτὸν, καὶ αὐτὸς ποιήσει. Ἔσῃ, φησὶ, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδόν. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου. ∆ῆλον γάρ ἐστιν, ὅτι ἐν τῷ μέλλοντι αἰῶνι, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, ὅτι οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος. Φῶς δὲ δικαιοσύνης γνῶσις· ἐπειδὴ καὶ ἡ δικαιοσύνη κανών ἐστιν ἀρετῶν. Καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Ἀντὶ τοῦ· Κρινεῖ σε ἄξιον ὄντα φωτός. Καὶ αὐτὸς ποιήσει. Ὅταν ἐπ' αὐτῷ, φησὶν, ἐλ πίσῃς, τότε καὶ αὐτὸς ποιήσει. Τί δὲ ποιήσει δια δείκνυσιν ἐπενεγκών· Ἐξοίσει ὡς φῶς τὴν δικαιο σύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. Τότε δὲ ἐξοίσει, φησὶν, ἀντὶ τοῦ ἐμφανῆ καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς εὐζωίας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου δίκην φωτὸς ἀναλάμπουσα, φωτὸς μεσημβρινοῦ. Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Οὐ μόνον, φησὶ, δικαιοῖ τὸν ἐξομολογούμενον, καὶ κρῖμα αὐτῷ προσφέρει χρηστό τητος, ἀλλὰ καὶ εἰς φῶς αὐτοῦ προσφέρει τὴν δικαιοσύνην τουτέστι γνωρίζει πᾶσιν, ὅτιπερ αὐτὸν ἐδι καίωσεν. Οἷος ἦν ὁ λῃστὴς, οὗ τὸ κρῖμα ἐν μεσημ βρίᾳ κατὰ τὸ μέσον τῆς ἡμέρας σταυρούμενος ὁ Ἰησοῦς ἐξήγαγε, καὶ τὴν ἐπ' αὐτῷ δικαιοσύνην εἰς φῶς, τουτέστιν εἰς πάντων γνῶσιν ἤνεγκεν. Ἡ γὰρ ἐπ' αὐτῷ φωνὴ, Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, εἰς φανερὸν τῇ οἰκου μένῃ, μᾶλλον δὲ φῶς τῇ οἰκουμένῃ γεγένηται, προ τροπὴ πᾶσι τοῖς ἐν μετανοίᾳ τυγχάνουσιν. Οὐκ ἔσται, φησὶ, κεκαλυμμένον τὸ τῆς δικαιοσύνης λαμπρὸν, ὥσπερ νῦν, ἀλλ' ἐπιφανὲς ὥσπερ ἥλιος ἐν μεσημβρίᾳ, ὥσπερ ὁ Κύριός φησι· Τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὑποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτόν. Αὐ τὸς μὲν, φησὶ, ἄξιον ὄντα φωτὸς ἀποδείξει ἐν τῷ μέλλοντι αἰῶνι· σὺ δὲ ἐνταῦθα ὑποτάγηθι. Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ. Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην. [Μὴ θαύμαζε ἄνθρωπον παράνομον κατευθυνόμε νον, μηδὲ μιμήσῃ εὐδαιμονίαν ἐκ παρανομίας συγκρο τουμένην, μηδὲ πράττειν ἐρεθίζου τὰ ὅμοια· ἀλλ' εἰ καὶ κατὰ ῥοῦν αὐτῷ φέρεται πάντα, μὴ δάκνου μη δὲ δυσφόρει, ὅτι μὴ διδόασι δίκην οἱ πονηροὶ, ἀλλ' ἐν εὐθηνείᾳ διάγουσιν, ὡς μή τινος τὴν τίσιν εὐθύ νοντος. Κρεῖσσον ὀλίγον τῷ δικαίῳ· ἀντὶ τοῦ, μεῖζόν 27.180 ἐστι μικρὸν ἔλεος τοῦ Κυρίου ὑπὲρ πάντα τὸν πλοῦ τον τοῦ κόσμου.] Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλειπε θυμόν. Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέ λος, καὶ ὄψει τὸν ὄλεθρον. Ὀργὴ δέ ἐστιν ὄρεξις τι μωρίας· τιμωρία δέ ἐστι κακοῦ ἀνταπόδοσις. Μὴ παραζήλου ὥστε πονηρεύεσθαι. Εὖ ἴσθι, ὅτι οἱ μὲν τῆς θείας ἐλπίδος σφᾶς αὐτοὺς ἀναρτήσαντες, καὶ τὸν ἐπιεικῆ προαιρούμενοι βίον, ἐν ἀπραγμοσύνῃ καὶ εἰρήνῃ διατελοῦσι, τρυφὴν ἔχοντες μόνιμον τοῦ συνει δότος τὴν καθαρότητα· οἱ δὲ τῇ προσκαίρῳ εὐημερίᾳ θαῤῥοῦντες ταχεῖαν δέξονται τὴν μεταβολὴν, καὶ λή θῃ παραδοθήσονται παντελεῖ. Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕ ρῃς. Ὅμοιον τῷ εἰρημένῳ· Οἱ δὲ ἀσεβεῖς ὁλόῤ ῥιζοι ἀπολοῦνται. Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. Τρυ φὴ δικαίου, πλῆθος εἰρήνης ἐστίν· ἀπάθεια δὲ ψυχῆς, μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς. Παρατηρήσεται ὁ ἁμαρτωλὸς
39