ἀρχικῶν ὑποστάσεων, οὕτω τέ φησι· Τῷ δὲ Ἐμπεδοκλεῖ τὸ μὲν Νεῖκος διαιρεῖ, ἡ δὲ Φιλία τὸ ἕν· ἀσώματον δὲ καὶ αὐτῷ τοῦτο, τὰ δὲ στοιχεῖα ὡς ὕλη. 2.47 Ὥστε καὶ εἴ τινα συνεισφέρει τοῖς ἐπιγείοις σώμασι τὴν παρ' ἑαυτῶν ὄνησιν τῶν στοιχείων ἡ σύνοδος, οὐκ ἀβασανίστως τὸ χρῆμα παραδεξόμεθα. Πολυπραγμονήσομεν γὰρ ἀναγκαίως τίνος αὐτοῖς τὸ συμβῆναι βραβεύοντος καὶ τὰ τῇ φύσει μαχόμενα συναγηγερκότος εἰς ἕν, καὶ οἱονεὶ τιθασσεύοντος ὥστε τὴν ἑκάστου δύναμιν οὐκ ἀσυμμιγῆ γενέσθαι ταῖς ἄλλαις, συννεῦσαι δὲ ὥσπερ ἀλλήλαις ἁπάσας εἰς ἑνὸς ὁτουοῦν ὕπαρξίν τε καὶ γένεσιν. Ἆρ' οὖν οὐχὶ τοῦ πάντων ἀριστοτέχνου Θεοῦ καὶ τόδε σαφῶς ἐκμηχανωμένου τοῖς ἐπιγείοις σώμασιν ἵνα μηδενὸς τῶν στοιχείων ἠμοιρηκότα τὴν ἀπ' αὐτῶν ὄνησιν ἔχοι; Φίλον γάρ πως τὸ συγγενές. Οὐκοῦν εἶεν ἂν οὐχ ἕτεροί τινες τῶν τριῶν γενῶν οἱ δημιουργοί, ἁπάντων δὲ μᾶλλον γενεσιουργὸς νοοῖτ' ἂν εἰκότως ὁ ἀνωτάτω καὶ μόνος καὶ πάντων ἀρχή, μεθ' ὃν ἐπέκεινα παντελῶς οὐδέν, πάντα δὲ μᾶλλον ὑπ' αὐτῷ τε καὶ δι' αὐτοῦ καὶ ὑπὸ πόδας, ὡς ἐκτισμένα. Χαίρειν δὲ αὐτὸν ἐπὶ τοῖς ἔργοις αὐτοῦ καὶ οἱ τῶν Ἑλλήνων ἰσχυρίζονται λόγοι, καὶ ἡμεῖς δέ φαμεν, ὁμολογούσης τοῦτο καὶ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς. Ἡ γάρ τοι Σοφία φησίν· Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ ηὐφραινόμην ἐν προσώπῳ αὐτοῦ, ἐν παντὶ καιρῷ ὅτε εὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων. Εἶτα πῶς οὐκ ἄμεινον τοῖς ἰδίοις αὐτὸν μᾶλλον ἐπιγάννυσθαι καὶ οὐχὶ τοῖς ἑτέρων κτίσμασιν; 2.48 Ἀλλ' ὄκνῳ τάχα πού φησιν αὐτὸν κεκρατῆσθαι Πλάτων, ἤγουν, ὡς ἔφην, διεφθονηκέναι τοῦ κρείττονος τοῖς ἐπὶ τῆς γῆς· καὶ θαυμαστὸν οὐδέν, ὅτε καὶ αὐτοῦ τοῦ δημιουργοῦντος Θεοῦ προαναθεὶς τἀγαθὸν αὐτὸ μὲν ἀκίνητον, ἀτρεμοῦν, εὐσταθὲς καὶ ἀφεστηκὸς τοῦ καὶ χρῆναι καὶ θέλειν ἐργάσασθαί τι τῶν εἰς ὕπαρξιν παρενηνεγμένων φησί, κατοκνῆσαν δὲ ὥσπερ πρὸς ταῦτα νεῖμαι τὸ δημιουργεῖν τῷ ἀπ' αὐτοῦ τε καὶ μετ' αὐτὸν δευτέρῳ θεῷ. Ἀλλ' ἰδοὺ καὶ αὐτῷ προσκαθίστησιν ἑτέρους, τοὺς ἰσουργεῖν εἰδότας, ἵνα μηδὲν ἐν αὐτῷ φαίνηται τὸ ὑπερτεροῦν. Ἐπειδὴ δὲ σοφὸν οἴεταί τι καὶ ἀκριβὲς εἰπεῖν ὡς, εἰ νοοῖτο τῶν ὅλων εἷς τε καὶ μόνος ὁ ∆ημιουργός, οὐρανὸς μὲν ἀνθρώπου κατ' οὐδένα διοίσει τρόπον καὶ μὴν καὶ θηρίου καὶ τῶν ἐν θαλάσσῃ διανήχεσθαι πεφυκότων καὶ μέντοι καὶ ἑρπετῶν, ταύτητοι χρῆναι καὶ ἀναλόγως ἔχοντα τοῖς ἑκάστου μέτροις τῶν πεποιημένων εἰσκομίζεσθαι τὸν ∆ημιουργόν, φέρε καὶ πρὸς τοῦτο λέγωμεν αὐτῷ· Καίτοι τί τὸ ἀνθεστηκὸς ἢ μαχόμενον ταῖς ὀρθῶς ἐχούσαις ἐννοίαις, εἴπερ τις ἕλοιτο λέγειν ἑνὸς τὰ πάντα ∆ημιουργοῦ; Ἆρα γὰρ ἡ τοῖς τοσοῦτον ὑπερκειμένοις ἀρκέσασα δύναμις ὡς πρός γε τὰ μείω διαρκέσειεν ἥκιστά γε; Ἢ τοῦτο μὲν οὐδαμῶς, τὸ δὲ ὑπερκεῖσθαι καὶ προὔχειν τοῖς ὅ τι μάλιστα διενεγκοῦσι τῶν ἄλλων εἴη ἂν ἐκεῖνο καὶ μόνον τὸ τῆς παρὰ Θεοῦ λαχεῖν αὐτουργίας; 2.49 Εἶτα πῶς οὐκ ἀποκλήρωσις ἰδικὴ τὸ χρῆμα αὐτῆς, ἀτιμάσαντος ὥσπερ τὰ λοιπὰ τῶν κτισμάτων καὶ τοῖς ἐπιγείοις μονονουχὶ καὶ μακρὰ χαίρειν εἰπόντος αὐτοῦ; Λῆρος δὲ ὅτι ταυτὶ καὶ τῆς ἐσχάτης ἀβελτηρίας ἀνάμεστα προλαβόντες εἰρήκαμεν· πλὴν ἐκεῖνο φραζέτω. Εἰργάσθαι φησὶ τοὺς γεννητοὺς θεοὺς τὰ λοιπὰ τρία γένη· ἆρ' οὖν ἐν αὐτοῖς, ἐξῃρημένων τῶν καθ' ἡμᾶς, οὐ πλείστη τις ὅση διαφορὰ κατὰ τὰ γένη καὶ εἴδη καὶ μεγέθη σωμάτων ὁρᾶται σαφῶς; Ἀπὸ γάρ τοι τῶν ἀνωτάτω καὶ μέχρι τοῦ πάντων εὐτελεστάτου διήκοι ἂν αὐτῶν ἡ γένεσις· καὶ μὴν καὶ περὶ αὐτῶν εἰ δὴ λέγοιτο ταυτὶ τῶν φυτῶν, οὐκ ἂν διαψεύσαιτό τις. Ἆρ' οὖν ἀναλόγως ἑκάστῳ τὸν ∆ημιουργὸν ἐπιστήσομεν, ἵνα μὴ ὑβρίζηται τὸ ὑπερτεροῦν εἰ καὶ τῶν ὑφιζηκότων ὁ αὐτὸς εἶναι λέγοιτο ποιητής; οὐκοῦν ἕτερος μὲν ὁ ἀνθρώπων καὶ μάλα εἰκότως , τόσοι δὲ τῶν