879 μηνίκου ἑταιρειάρχου καταβιβάζει Ζωὴ Νικόλαον πατριάρχην ἅμα τοῖς σὺν αὐτῷ μετ' ὀργῆς, τὰ τῆς ἰδίας ἐκκλησίας περιποιούμενον καὶ φροντίζειν εἰποῦσα. 9. Οὐ μετ' οὐ πολὺ δὲ Κωνσταντῖνος παρακοιμώμενος διαβάλλει τῇ Αὐγούστῃ ∆ομήνικον ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν αὐτοῦ ἀδελφόν. τοῦτον προφάσει πατρί κιον ποιήσαντες, κατελθόντος ἐν τῇ ἐκκλησίᾳ ὡς ἔθος εὐχὴν λα βεῖν, οἴκοι μένειν παρεκελεύσαντο. προεβάλετο δὲ Ζωὴ Ἰωάννην Γαριδᾶν ἑταιρειάρχην καὶ ∆αμιανὸν εὐνοῦχον τῆς βίγλης δρουγ γάριον. ∆ομήνικος δὲ ἀπῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ ἀνόνητα ὀλο φυρόμενος. 10. Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην πάλιν ληϊ ζομένου, ἐν φροντίδι οὔσης τῆς Αὐγούστης καὶ τῶν ἐν τέλει ὅπως αὐτὸν τῆς ἀλαζονείας παύσωσιν, ᾐτήσατο Ἰωάννης ὁ Βογᾶς γενέ σθαι πατρίκιος, ὑποσχόμενος ἀγαγεῖν κατ' αὐτοῦ Πατζίνακας. τῆς αἰτήσεως δὲ τυχὼν δῶρά τε λαβὼν εἰς τὴν τῶν Πατζινάκων χώραν ἀπῄει, καὶ δὴ σπεισάμενος ὁμήρους ἐκεῖθεν λαβὼν ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων διαπερᾶσαι καὶ τὸν Συ μεὼν καταπολεμῆσαι. 11. Παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος, ἀνὴρ ἐπὶ ῥώμης ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων· ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις χερσὶ κρατοῦντα τῇ 880 ὑπερβαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύσεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης. ὃν παραγενόμενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν. 12. Σεπτεμβρίῳ μηνί, ἰνδικτιῶνος γʹ, Παγκρατούκας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν παρέδωκεν. μετ' οὐ πολὺ δὲ ἀπεστάλη Βασίλειος πατρίκιος καὶ κανίκλειος καὶ Νικήτας πρωτοσπαθάριος Ἐλαδικὸς παρὰ Ζωῆς μετὰ δώρων πολλῶν, καὶ ἀντιπαρέλαβεν αὐτὴν πάλιν. 13. Ἦλθε δὲ καὶ ἀμερᾶς ὁ ∆αμιανὸς εἰς Στρόβιλον μετὰ πλοίων τοῦ πολεμῆσαι αὐτὴν μετὰ πολλῆς τῆς δυνάμεως, καὶ ταύτην παρέλαβεν ἄν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάν των διακενῆς τῶν Ἀγαρηνῶν. 14. Οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκήτορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Ἰούβη, τὴν αὐτοῦ ἀσω τείαν μὴ ἐνεγκόντες, λίθοις τοῦτον ἀνεῖλον κακῶς ἔνδοθεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθήναις ναοῦ. 15. Βλέπουσα δὲ ἡ Αὐγοῦστα Ζωὴ τὴν ἔπαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐτοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν δια πράξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς ἀνατολῆς στρατὸν πρὸς τὸ πολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. ἀπεστάλη οὖν ἐν Συρίᾳ πρὸς τὸ ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδινὸς καὶ Μι 881 χαὴλ ὁ Τοξαρᾶς. οὗ γεγονότος τὴν συνήθη τῆς ῥόγας διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασι, ταῦτα ἀναλαβόμενοι σὺν τοῖς θέ μασι πρὸς τὰ Θρᾳκῷα μέρη διεπέρασαν, Λέοντος μαγίστρου τοῦ Φωκᾶ δομεστίκου τῶν σχολῶν τυγχάνοντος, ᾧ ἀνδρία μᾶλλον ἢ ἐπιστατικὴ φρόνησις προσανέκειτο. ἐξαγαγόντων οὖν τὰ σεβάσμια καὶ ζωοποιὰ ξύλα Κωνσταντίνου πρωτοπαπᾶ τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Μαλελία ἐν τῇ Θρᾴκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομοσάμενοι συναποθνήσκειν ἀλλή λοις πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, τοῦ δὲ ἱκανάτου ὁ τοῦ Μαρούλη υἱός. Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς· οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ οἱ ἄλλοι πάντες στρατηγοὶ τῶν θεμάτων. συνῆν δὲ πρὸς τοῖς ἄλλοις καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λίψ, Λέοντι δομεστίκῳ σύμβουλος ὢν αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσι. 16 μηνὶ δὲ Αὐγούστῳ κʹ, ἰνδικτιῶνος εʹ, ὁ πόλεμος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελῴῳ συγκεκρότητο ποταμῷ· καὶ οἷα τὰ τοῦ θεοῦ κρίματα, ὡς ἀνερεύνητα καὶ ἀνεξ ιχνίαστα, τρέπονται οἱ Ῥωμαῖοι πανστρατὶ καὶ γέγονε φυγὴ παν τελὴς καὶ φρικώδης ὀλολυγή, τῶν μὲν ὑπ' ἀλλήλων συμπατουμέ νων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵματός τε χύσις οἵα ἐξ αἰῶνος οὐκ ἐγένετο. Λέων ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἐσφάγη δὲ πρὸς τοῖς