39
ἀσήμων καὶ ἀφανῶν, καὶ αὐτὸς τὸ πρότερον αὐτουργῶν ἢ βουκόλος τυγχάνων καὶ συφορβός, εἶτα εἰς τύχην μεταταξάμενος στρατιωτικὴν καὶ φθάσας μέχρι ταγματαρχίας καὶ κόμης γενόμενος. μετὰ δέ γε τὴν τελευτὴν Ἀναστασίου, βουλῆς προτεθείσης περὶ προχειρίσεως βασιλέως ὁ εὐνοῦχος Ἀμάντιος, ὃς καὶ πραιπόσιτος ἦν καὶ μέγα δεδύνητο, θέλων Θεοκριτιανόν 145 τινα οἰκεῖον ὄντα αὐτῷ βασιλεῦσαι, χρήματα τῷ Ἰουστίνῳ παρέσχε διανεμεῖν τοῖς στρατιώταις, ἵν' ἐκεῖνον ἕλωνται βασιλέα. ὁ δὲ τὰ χρήματα διανείμας ἑαυτῷ τὴν βασιλείαν προεμνηστεύσατο καὶ παρὰ τῶν στρατιωτῶν καὶ τοῦ δήμου εἰς τὴν τῆς αὐταρχίας ἀνήχθη περιωπήν. Ἀμάντιος δὲ ἐν δεινῷ πεποίητο τοῦ Ἰουστίνου τὸ σόφισμα καὶ αὐτῷ ἐπεβούλευε σὺν ἑτέροις τῶν ἐπιφανεστέρων, ὃν γνωσθέντα ὁ Ἰουστῖνος ἀνεῖλε σὺν Ἀνδρέᾳ τῷ κουβικουλαρίῳ καὶ τῷ Θεοκριτιανῷ. οὗτος ὁ Ἀμάντιος, ὅτε ὁ Ἀναστάσιος καθ' ὕπνους ἐθεάσατο τὸν ἄνδρα τὸν τόμον φέροντα καὶ ἀπαλείψαντά τινας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων, ὄναρ εἶδεν ὅτι ἐνώπιον τοῦ βασιλέως ἱσταμένῳ αὐτῷ χοῖρος ἐπῆλθε μέγας καὶ εἰς γῆν κατήραξεν αὐτὸν καὶ ἀνάλωσεν. οὗτος τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐδομήσατο· διὸ καὶ τὴν κλῆσιν ἐκείνου σώζει, τοῦ Ἀμαντίου καλούμενος. Ὀρθοδοξότατος δὲ ὢν Ἰουστῖνος, δόγμα ἐξέθετο τὴν ἐν Χαλκηδόνι πάντας σέβεσθαι σύνοδον καὶ τοὺς αὐτὴν συστησα146 μένους ἑξακοσίους τριάκοντα ἁγίους πατέρας τοῖς ἱεροῖς ἐγγραφῆναι διπτύχοις πασῶν τῶν ἐκκλησιῶν. γαμετὴν δ' ἔχων Λουπικίαν κεκλημένην ἔστεψεν αὐτὴν καὶ Αὐγούσταν ἀνηγόρευσεν, Εὐφημίαν μετονομάσας. τούτῳ Βιταλιανός, ὃς ἐστασίασεν ἐπὶ Ἀναστασίου, πάνυ ᾠκείωτο καὶ στρατηλάτης προεχειρίσθη, ἀλλὰ μὴν καὶ ὑπάτευσε καὶ μέγα τι παρὰ τῷ Ἰουστίνῳ ἠδύνατο. ὀρθόδοξος δ' ὢν τὸν Σευῆρον ἐκδιωχθῆναι τοῦ θρόνου τῆς Ἀντιοχείας καὶ ἀναιρεθῆναι προσέταξεν· ὃ γνοὺς ἐκεῖνος ἀπέδρα εἰς Αἴγυπτον μεθ' ἑτέρων ὁμογνωμόνων καὶ ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον εἰσαγαγόντες. Σευήρου δὲ διαδράντος, Παῦλος ὁ ξενοδόχος τῶν Εὐβούλου Ἀντιοχείας προεχειρίσθη ἐπίσκοπος· καὶ πάντας δὲ τοὺς ἄδικον ὑπερορίαν ὑποστάντας ἐπὶ Ἀναστασίου ὁ Ἰουστῖνος κατήγαγεν. Ἐν τοῖς τούτου χρόνοις ἀστὴρ ἐφάνη κομήτης ἐν τῇ ἀνατολῇ, κάτω τὰς ἀκτῖνας ἀφιείς, ὃν πωγωνίαν οἱ μετεωρολογοῦντές φασι· καὶ ὁ Βιταλιανὸς ἐδολοφονήθη παρὰ τῶν Βυζαντίων, μηνιώντων αὐτῷ ὡς πολλοὺς ἀνελόντι, ὅτε ἐπανέστη κατὰ Ἀνα147 στασίου. οἱ δὲ προστάξει τοῦ βασιλέως Ἰουστίνου καὶ Ἰουστινιανοῦ φασιν ἀναιρεθῆναι αὐτὸν ἐν τῷ Παλατίῳ, θέλοντα καὶ αὐτοῦ τοῦ κρατοῦντος κατάρχειν· στρατηλάτης δὲ τῶν στρατευμάτων Ἰουστινιανὸς προκεχείριστο. Ἰωάννου δὲ τοῦ Καππαδόκου θανόντος, ὃς πατριάρχης ἦν Κωνσταντινουπόλεως, κεχειροτόνητο Ἐπιφάνιος τῆς ἐκκλησίας ταύτης πρεσβύτερος· καὶ Ὁρμίσδα τοῦ πάπα Ῥώμης μετηλλαχότος τὸ ζῆν, Ἰωάννηςτοὺς τῆς ἐκκλησίας Ῥωμαίων διεδέξατο οἴακας. Ἔχθρας δὲ Ῥωμαίοις πρὸς Πέρσας οὔσης, ὁ βασιλεὺς Ἰουστῖνος πρὸς τὸν ῥῆγα τῶν Οὔννων ἔστειλε πρέσβεις καὶ δῶρα, συμμαχίαν αἰτῶν κατὰ τῶν Περσῶν· καὶ ὃς συνέθετο. καὶ τοῦ Περσῶν δὲ βασιλέως Κουάδου τὸν αὐτὸν ῥῆγα περὶ συμμαχίας ἀξιώσαντος, ἐκεῖνος συμμαχῆσαι αὐτῷ ἐπηγγείλατο· καὶ ἀπῆλθε πρὸς Πέρσας μετὰ λαοῦ, κατὰ Ῥωμαίων ἀντιταξόμενος. ὁ μέντοι βασιλεὺς Ἰουστῖνος περὶ εἰρήνης πρεσβείαν στείλας πρὸς τὸν τῶν Περσῶν βασιλέα, μὴ πιστεύειν τοῖς Οὔννοις αὐτῷ ἔγραψεν, ὡς ὅρκους μετὰ Ῥωμαίων περὶ συμμαχίας ποιησαμένοις καὶ χρήματα λαβοῦσι πολλὰ καὶ βουλομένοις 148 προδοῦναι αὐτοὺς ἐν πολέμου καιρῷ. ὁ δὲ Κουάδης τὸν ῥῆγα εἰ χρήματα παρὰ Ῥωμαίων εἴληφεν ἤρετο· τοῦ δὲ καταθεμένου, ἀληθεύειν τὸν Ἰουστῖνον ὑπέλαβε καὶ αὐτίκα τὸν μὲν ἀνεῖλε καὶ τοὺς Οὔννους σχεδὸν ἅπαντας, εἰ μή τινες ὀλίγοι διαδράντες ἐσώθησαν, τοῖς δὲ Ῥωμαίοις ἐσπείσατο καὶ τὸν Ἰουστῖνον ἐπίτροπον Χοσρόου τοῦ νεωτέρου τῶν υἱῶν αὐτοῦ ἐποιήσατο. τούτῳ γὰρ τὴν τῶν Περσῶν κατελίμπανε βασιλείαν, τοὺς πρεσβυτέρους παραβλεπόμενος. ὁ δὲ