Βρυεννίου τηνάλλως ὁρῶν τριβόμενον τὸν τῆς πολιορκίας καιρόν, ἵνα μὴ πλέον κακοπαθῇ οἱ τὸ στράτευμα, ἐβούλετο μὲν τὴν πολιορκίαν λῦσαι, ᾐσχύνετο δ' ὅμως καὶ ἐδεδίει μή ποτέ τι ξυμβαίη σχίσμα περὶ τὴν παλινόστησιν. Ἐζήτει οὖν τινα πρόφασιν ἐφευρεῖν ὥστε καὶ τὴν πολιορκίαν λῦσαι καὶ μηδέν τι ἐκ τούτου περιέσεσθαι βλαβερόν. Οὕτω δ' αὐτοῦ διανοουμένου, ἀπαγγέλλεταί τι πλῆθος Σκυθῶν διαβὰν τὸν Αἷμον καὶ τὰ κατὰ τὴν Χερρόνησον κατατρέχον χωρία καὶ ληϊζόμενον. Τοῦτο τοίνυν ἀφορμὴν εὑρὼν ὁ στρατάρχης λύει τὴν πολιορκίαν· κατὰ τῶν Σκυθῶν ἐξορμήσας καὶ ἐντυχὼν αὐτοῖς ἐπανιοῦσιν ἐτρέψατο κατὰ κράτος καὶ φόνον ὅτι πλεῖστον εἰργάσατο, παμπόλλους δὲ ζωγρήσας πρὸς τὸν ἀδελφὸν ἐπανῆκε. Γίνονται οὖν οἱ ἑαλωκότες ἐκείνῳ ἀφορμὴ πρὸς τοὺς Σκύθας εἰρήνης τε καὶ ξυμβάσεως· ὁμήρους γὰρ τῶν ἐπιφανῶν δόντες τούς τε οἰκείους αἰχμαλώτους εἰλήφασι καὶ σύμμαχοι τούτῳ κατέστησαν. 3.15 Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ Βοτανειάτης Νικηφόρος, εἷς ὢν τῶν ἐκ τῆς ἑῴας εὐγενεστάτων, στρατηγὸς τῶν Ἀνατολικῶν πρὸς πολλοῦ καταστὰς παρὰ βασιλέως, ἣν ὤδινεν ἐπανάστασιν εἰς τοὐμ φανὲς ἐξήγαγε. Μαθὼν γὰρ ἐν ταραχαῖς εἶναι τὰ κατὰ τὴν ἑσπέραν, ὡς τῶν πόλεων ἁπασῶν ὑπὸ τὸν Βρυέννιον γενομένων, τοὺς κατὰ τὴν ἀνατολὴν καὶ αὐτὸς συναθροίσας στρατιώτας καὶ τὸν Χρυσόσκουλον ἐπιδημοῦντα τηνικαῦτα τοῖς τῆς ἑσπέρας μέρεσι προσλαβόμενος πάλαι γὰρ ἔφθη προσχωρήσας Ῥωμαίοις, ὁπηνίκα τὰς ἡνίας ἦγε τῆς βασιλείας ὁ Ῥωμανὸς ∆ιογένης, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν ἐπιὼν τὰς πόλεις ὑφ' ἑαυτὸν ἐποιεῖτο. Πάντων δ' αὐτῷ προσκεχωρηκότων, ὁ Μελισσηνὸς Νικηφόρος, ἐς Βουρτζίους τε καὶ Μελισσηνοὺς ἀνέλκων τὸ γένος, τῷ κρατοῦντι τηνικαῦτα Ῥωμαίων πίστιν τηρῶν, πολέμιον ἑαυτῷ τὸν Βοτανειάτην ἀπέδειξε. Προσεχώρησε δὲ τούτῳ καὶ ὁ Παλαιολόγος Γεώργιος, ἀνὴρ ὢν γενναῖος κἀν τοῖς πολεμικοῖς ἔργοις ἄριστος, ἄρτι δ' ἐκ Μεσοποταμίας ἐλθώνξυνῆν γὰρ ἐκεῖσε τῷ ἰδίῳ πατρὶ διέποντι τὴν τῆς Μεσοποταμίας ἀρχήνβουλόμενος εἰς τὸν κρατοῦντα πίστιν τηρῆσαι ἀκράδαντον. 3.16 Ὁ γοῦν Βοτανειάτης, τῶν ἄλλων ἁπάντων αὐτῷ προσκεχωρηκότων, ἀπάρας ἐκ τῆς Φρυγίας πρὸς τὴν Βιθυνίαν ἠπείγετο, διεπέμπετο δὲ καὶ πρὸς τοὺς ἐν τῇ πόλει λάθρᾳ, τιμὰς μεγίστας καὶ δωρεὰς τοῖς ἄρχουσιν ἐπαγγελλόμενος, εἰ συνεργοὺς αὐτοὺς σχοίη πρὸς τὸ τῆς βασιλείας Ῥωμαίων ἐγκρατῆ γενέσθαι. Ἐπεὶ γοῦν πολλοὶ καὶ τῶν τῆς συγκλήτου βουλῆς καὶ τῶν τοῦ βήματος δυσμενῶς εἶχον πρός τε τὸν κρατοῦντα καὶ πρὸς τὸν λογοθέτην, μάλιστα δὲ πάντων ὁ πατριάρχης Ἀντιοχείας Αἰμυλιανός, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, καιρὸν ἐζήτουν ὥστε σφίσι συμφέροντα δρᾶσαι. Ὁ βασιλεὺς δὲ καὶ ὁ λογοθέτης τὸν ἐντὸς ἀγνοήσαντες πόλεμον πρὸς τὸν ἔξωθεν ἐξηρτύοντο καὶ πρὸς τὸν τῶν Τούρκων διεπρεσβεύοντο ἄρχονταἦν δὲ τηνικαῦτα τούτων κατάρχων Σολυμάν, ὁ τοῦ Κουτλουμοῦς υἱός ἐξοπλίζοντες τοῦτον κατὰ τοῦ Βοτανειάτου. Ὁ δὲ σπεισάμενος τούτοις τὸν κατὰ ἐκείνου πόλεμον ἀνεδέξατο καὶ ἔκτοτε τὰς ὁδούς τε ἐτήρει καὶ τοὺς στενωποὺς κατεῖχε καὶ τὴν τοῦ Βοτανειάτου ἐπετήρει δύναμιν καὶ διάβασιν. Ὁ δὲ τὸ Κοτυάειον καταλαβὼν καὶ τὰ κατὰ τὸν Σολυμὰν πυθόμενος, ἐπειδὴ σπανίζων ἦν στρατεύματος καὶ δυνάμεως ἀποχρώσης πρὸς τὸ πλῆθος τὸ τοσοῦτον τῶν ἐναντίων, βουλὴν βουλεύεται συνετήν. Τὰς γὰρ εὐθείας καταλιπὼν ὁδοὺς ἐν αἷς προσδοκήσιμος ἦν, νυκτὸς ἀπάρας ἐκεῖθεν καὶ λαθὼν τοὺς φυλάσσοντας γέγονε περί τι φρούριον ἔγγιστα τοῦ Σαγγαρίου ποταμοῦ διακείμενον, ὅπερ Ἀτζούλα καλεῖται, ἀπέχον Νικαίας περί που τὰ διακόσια μίλια· ἐκεῖθεν δ' αὖθις ἀπάρας ἤπειγε πρὸς τὴν Νίκαιαν πρὸ τοῦ τοὺς Τούρκους αἰσθέσθαι τῆς ἐκείνου ἐφόδου, ἀλλ' οἱ Τοῦρκοι πυθόμενοι τὴν ἐκεῖθεν λαθραίαν διάβασίν τε καὶ δύναμιν οἱ μὲν ἐπῄεσαν τεταγμένοι, ὀλίγους δὲ τῶν ἱππέων ἐξαποστείλαντες ἐπὶ τὸ ἀσχολῆσαι τοῦτον καὶ βραδυτέραν αὐτοῦ τὴν πορείαν ποιήσασθαι, οὐ πάνυ τοῦ σκέμματος ἔτυχον. Φθάνουσιν οὖν τοῦτον οἱ προπεμφθέντες οὐ πόρρω Νικαίας καὶ ἀλαλάξαντες