ἐνενόησαν πρὸς θεόν»· περὶ γὰρ δισταζομένων εἰ ἡμάρ τηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν. 29.1 «0Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ»· τὸ δὲ «ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ20» παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μὴ ἀδύνατα προσ τάττει ὁ σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος, προσεύχεσθαι μὴ εἰσελθεῖν «0εἰς πειρασμόν20.» ᾗ γάρ ἐσμεν ἐπὶ γῆς περικείμενοι τὴν στρατευομένην σάρκα «κατὰ τοῦ πνεύματος,» ἧς «τὸ φρόνημα» «ἔχθρα» ἐστὶν «εἰς θεὸν,» μηδαμῶς δυναμένης ὑποτάσσεσ θαι «τῷ νόμῳ τοῦ θεοῦ,» ἐν 20πειρασμῷ20 ἐσμεν. 29.2 ὅτι δὲ «πειρατήριον» πᾶς «ὁ» «ἐπὶ γῆς» ἀνθρώπινος «βίος,» ἀπὸ τοῦ Ἰὼβ μεμαθήκαμεν διὰ τούτων· «πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων ἐπὶ γῆς;» καὶ ἀπὸ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ τὸ αὐτὸ δηλοῦται ἐν τῷ· «ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου.» ἀλλὰ καὶ ὁ Παῦλος Κορινθίοις γράφων οὐχὶ τὸ μὴ πειράζεσθαι ἀλλὰ τὸ μὴ παρὰ δύναμιν πειράζεσθαί φησι χαρίζεσθαι τὸν θεὸν, λέγων· «0πειρασμὸς20 ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεὸς, <ὃς> οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ 20πειρασμῷ20 καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» εἴτε γὰρ «ἡ πάλη» «ἐστὶ» «πρὸς» τὴν ἐπιθυμοῦσαν ἢ στρατευομένην «κατὰ τοῦ πνεύ ματος» «σάρκα» ἢ πρὸς τὴν ψυχὴν «πάσης σαρκὸς» (ἥτις ἐστὶν ὁμωνύ μως ᾧ ἐγκατοικεῖ σώματι τὸ ἡγεμονικὸν, ὃ καλεῖται καρδία), ὁποία ἐστὶν «ἡ πάλη» τοῖς τοὺς ἀνθρωπίνους πειραζομένοις 20πειρασμοὺς20, εἴτε ὡς διαβεβηκόσι καὶ τελεωτέροις ἀθληταῖς, οὐκέτι «πρὸς αἷμα καὶ σάρκα» παλαίουσιν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις 20πειρασμοῖς20 ἐξεταζομέ νοις, οὓς καταπεπατήκασιν ἤδη, «πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονη ρίας» ἐστὶν ἡμῖν τὰ ἀγωνίσματα, τοῦ πειράζεσθαι οὐκ ἀπηλλάγμεθα. 29.3 πῶς οὖν κελεύει ἡμᾶς ὁ σωτὴρ εὔχεσθαι μὴ εἰσελθεῖν «0εἰς πειρασμὸν20,» πειράζοντός πως πάντας τοῦ θεοῦ; «μνήσθητε» γὰρ, φησὶν ἡ Ἰουδαία [εἰ] οὐ πρὸς τοὺς τότε πρεσβυτέρους μόνον ἀλλὰ καὶ πρὸς πάντας τοὺς ἐντυγχάνοντας αὐτῆς τῇ γραφῇ, «ὅσα ἐποίησε μετὰ Ἀβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβἐν Μεσοποταμίᾳ τῆς Συρίας, ποιμαίνοντι Λάβαν τὰ πρόβατα τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ· οὐ γὰρ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν καρδίας αὐτῶν, καὶ ἡμᾶς ἐκδικεῖ ὁ εἰς νουθέτησιν μαστιγῶν κύριος τοὺς ἐγγίζοντας αὐτῷ.» καὶ ὡς καθολικὸν δὲ ἀποφαίνεται περὶ πάντων δικαίων ὁ μὲν ∆αυῒδ λέγων· «πολλαὶ αἱ θλίψεις τῶν δικαίων,» ὁ δὲ ἀπόστολος ἐν ταῖς Πράξεσιν· «ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.» 29.4 καὶ ἐὰν μὴ συνῶμεν τὸ τοὺς πολλοὺς λανθάνον περὶ τοῦ μὴ εἰσελθεῖν «0εἰς πειρασμὸν20» προσεύχεσθαι, ὥρα λέγειν ὅτι οἱ ἀπόσ τολοι εὐχόμενοι οὐκ ἐπηκούοντο, μυρία ὅσα ἐν παντὶ τῷ χρόνῳ ἑαυτῶν πεπονθότες, «ἐν κόποις περισσοτέρως ἐν πληγαῖς περισσοτέ ρως ἐν φυλακαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις,» ὁ δὲ Παῦ λος ἰδίᾳ «ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν» εἴληφε, «τρὶς» ἐῤῥαβδίσθη, «ἅπαξ» ἐλιθάσθη, «τρὶς» ἐναυάγησε, «νυχθήμερον ἐν τῷ βυθῷ» πεποίηκεν, ἄνθρωπος «ἐν παντὶ» θλιβόμενος καὶ ἀπο ρούμενος καὶ διωκόμενος καὶ καταβαλλόμενος ὁμολογῶν τε τό· «ἄχρι τῆς ἄρτι ὥρας πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημού μενοι παρακαλοῦμεν.» τῶν δὲ ἀποστόλων ἐν τῷ εὔχεσθαι μὴ ἐπιτε τευχότων, τίς ἐλπὶς τῶν ὑποδεεστέρων τινὶ παρ' ἐκείνους εὐχομένῳ ἐπηκόου θεοῦ τυχεῖν; 29.5 τὸ δὲ ἐν τῷ εἰκοστῷ πέμπτῳ ψαλμῷ· «δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου» εὐλόγως τις ὑπολήψεται τῶν μὴ ἀκριβούντων, τί τὸ βούλημα τῆς προστάξεως τοῦ σωτῆρος, ἐναντίως γεγονέναι