ἀγοράζειν τὴν ἱερωσύνην. φασὶ δὲ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ' ἔτος ἀμείβειν, ἢ καὶ παρ' ἔτος, τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως δὲ καὶ τὸν ζηλωτὴν τούτου τῶν Αἰγυπτίων πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· "Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς 91 μετὰ ἀργυρίου ἐμαντεύοντο." τούτων πάντων ἐστὶ καὶ ὑπομνή ματα καὶ οἱ κρίναντες. καὶ οὐκ εἰς μίαν ἡμέραν γεγένηται, ὡς ἐψεύσατο ὁ Θεόφιλος, ἡ ἐξέτασις, ἀλλ' ἐπὶ δύο ἔτη. καὶ ἔστερξαν οἱ καθαιρεθέντες, τῆς μελλούσης κρίσεως ἐλευθερωθέντες, ὡς τὸν ἕνα ἐξ αὐτῶν ἔκδικον δημοσίων γενέσθαι πραγμάτων· καὶ εἰς τοὺς τόπους αὐτῶν ἕτεροι ἀείπαιδες ἀντεισήχθησαν, βίῳ καὶ λόγῳ κεκοσμημένοι. καὶ οἱ γεννάδες καὶ φιλόνεικοι μετὰ τὴν Ἰωάννου ἐξορίαν λαβόντες ὃ ἔλαβον (οὐ γὰρ ἔχει ὄνομα ἡ κακία, ὥσπερ οὐδὲ οὐσίαν), τοὺς μὲν πρὸ τετραετίας ῥιφέντας πάλιν εἰσέφρησαν εἰς τὰς ἐκκλησίας, τοὺς δὲ ἐνθέσμως ἐνθρο νισθέντας ἐξέωσαν ἐπὶ σκορπισμῷ τῶν τοῦ Χριστοῦ προβάτων. τὸ μέντοι γελοιωδέστατον πάντων, μᾶλλον δὲ θρήνου ἄξιον, ἐὰν ἀκούσῃς, Θεόδωρε φιλομαθέστατε, "Ἠχήσει μέν σου," κατὰ τὸν προφήτην, "ἀμφότερα τὰ ὦτα," ἀποκλαύσεις δέ, φιλόθεος ὤν, τοὺς μαινομένους τῶν ἐπισκόπων, ἐσκοτισμένῃ χειρὶ λυμαι νομένους τὰς δωρεὰς τοῦ Χριστοῦ. ἃς γὰρ μετὰ νηστείας καὶ δεήσεως καὶ δοκιμασίας κλήρου καὶ φόβου οἱ περὶ Πέτρον καὶ Ἰωάννην ἐποίουν χειροτονίας, αὐτοὶ τὸ ἐναντίον μετὰ κραιπάλης καὶ μέθης καὶ δώρων οἰκτρῶν τὰ τῶν ἀνθρώπων ἐκτρώματα, ἃ μήτε χοίρων ἀλόγων ἢ κυνῶν ἄξια, κατὰ τὸν προφητεύσαντα περὶ αὐτῶν Ἰὼβ ἐκ προσώπου τοῦ Σωτῆρος· "Οὓς οὐχ ἡγη σάμην ἀξίους κυνῶν τῶν ἐμῶν νομάδων, οἱ ὑπὸ φρύγανα διῃ τῶντο." οἱ τοίνυν μετὰ μιμάδων καὶ Ἰουδαίων, ὡς φίλοι τοῦ Σωτῆρος, παρὰ τῶν σοφῶν τὰ ἀπόῤῥητα τῆς ἱερωσύνης κατα πιστεύονται· δι' οὓς καὶ τοὺς εὐκτηρίους οἴκους φεύγουσιν οἱ λαοὶ τῶν ὀρθοδόξων. ἔφθασεν γὰρ πάντως τὸ καινὸν καὶ κουφω δέστατον τοῦ τολμήματος καὶ μέχρις ὑμῶν τῆς κατὰ Ἔφεσον ἐκκλησίας· πῶς γὰρ οὔ; -παραθαλασσίας οὔσης καὶ ῥᾳδίως διαπορθμευούσης τὰς φήμας. εἰς τὸν τόπον γάρ- μᾶλλον δὲ εἰς 92 τὸν Ἰωάννου τοῦ τὸ Εὐαγγέλιον γράψαντος, τοῦ εἰς τὸ τῆς σοφίας στῆθος πιστῶς ἐπαναπεσόντος, περὶ οὗ γέγραπται· "Ον ἠγάπα ὁ Ἰησοῦς"· ὃν Τιμόθεος, ὁ Παύλου μαθητής, πρὸς ὃν αἱ δύο φέρονται τοῦ ἀποστόλου Ἐπιστολαί, διαδέχεται- "βδέλυγμα ἐρημώσεως" <ἀντεισάγεται>. χειροτονήσαντες γὰρ τὸν Βίκτορος τοῦ τριβούνου εὐνοῦχον ἐνεθρόνισαν, καὶ τὸν ὑπὸ ἑβδομήκοντα ἐπισκόπων ἐνθρονισθέντα ἐν εἱρκτῇ δαπανῶντες μέχρι τῆς δεῦρο, ἄνδρα μονάσαντα ἐν τῇ ἐρήμῳ, ἀπὸ ἐγκυκλίων ἠγμένον μαθημάτων, καὶ τῶν θείων Γραφῶν ἐντὸς γενόμενον, καὶ διακονήσαντα ἔτη τρία. καὶ εἴθε ὁ χειροτονηθεὶς εὐνοῦχος διὰ βίου σεμνοῦ ἦν ἠγμένος, καὶ ἡμίκακον ἦν τὸ κακόν· νυνὶ δέ, γῆς ἔντερον, γαστρίδουλον, θηλυμανές, ἰταμόν, μέθυσον, πορνοκόπον, ἀργυρώνητον, ἀνελεύθερον, φιλάργυρον, πρὸς αὐτῇ τῇ γενέσει σιδηροκατάδικον, ἄνανδρον, ἄθηλυ, ἐπιμανές· (καθὼς ἤκουσα πολλάκις) τὰ θεατρικὰ κοράσια ἐπ' ὤμων βαστάσαντα ἐν σατυρικοῖς συμποσίοις, κισσῷ τὴν κεφαλὴν ἐστεμμένον καὶ κρατῆρα ἐν τῇ χειρὶ ἐνημμένον οἰνοχοηκέναι ἐν προσχήματι τοῦ μυθικοῦ ∆ιονύσου. ταῦτα δὲ πάντα ἔπραξεν οὐ πρὸ τῆς εἰς Χριστὸν μυσταγωγίας, ἀλλὰ μετὰ τὸ φώτισμα· ὃς αἰνίσ σεται διὰ τούτων μηδὲ τῇ ἀναστάσει πιστεύειν. τῆς γὰρ ἀναστάσεως τὸν θεμέλιον σαθρώσας, πῶς οὗτος ἐπὶ ταύτῃ πιστεύει; ὁ δὲ μὴ πιστεύων τῇ ἀναστάσει, πῶς κήρυξ γένηται τῆς ἀναστάσεως, κατὰ τὸν εἰπόντα· "Πῶς δὲ κηρύξωσιν, ἐὰν μὴ πιστεύσωσιν;" οὗτος σωφρονεῖ μὲν ἄμισθα διὰ σιδήρου, μαίνεται δὲ ἄκαρπα δι' οἰκείαν αἰσχρότητα. ταῦτα δέ ἐστι τὰ κατὰ τὴν Ἀσίαν γεγενημένα, περὶ ὧν ἐπηρώτησας, διὰ τὸν γράψαντα Θεόφιλον δέκα ἓξ ἐπισκόπους καθῃρηκέναι τὸν 93 Ἰωάννην. ἔσο οὖν εἰδὼς ἐπὶ τῆς ἀληθείας, ὅτι ἕξ εἰσι. τούτων ἐστὶ καὶ τὰ ὑπομνήματα σωζόμενα παρ' ἡμῖν μετὰ ὑπογραφῆς τῶν εἴκοσι δύο ἐπισκόπων τῶν τὴν ἀρχὴν ἀκουσάντων καὶ τῶν ἑβδομήκοντα τῶν