1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

39

8.13 Ὁ δὲ θεῖος Ἀφραάτης καὶ ἐν ἐκείνῃ τῇ ζάλῃ τὴν οἰκείαν ἔδειξεν ἀρετὴν καὶ γαλήνης γενομένης τὰ ἶσα δρῶν διετέλεσε· καὶ ἄλλα δὲ μυρία εἰργάσατο θαύματα ὧν ἑνὸς ἢ δύο μνησθήσομαι. Γυνή τις τῶν εὐπατριδῶν ἀκολάστῳ ἀνδρὶ συνέλκουσα τὸν τοῦ γάμου ζυγὸν ἀφίκετο πρὸς τὸν μακάριον ἐκεῖνον ἄνθρωπον τὴν οἰκείαν κωκύουσα συμφοράν. Ἔφασκε γὰρ τὸν ἄνδρα παλλακίδι προσκείμενον γοητικῇ τινι μαγγανείᾳ καταγεγοητεῦσθαι καὶ ἀπεχθάνεσθαι πρὸς αὐτὴν γάμου νόμῳ συνεζευγμένην. Ἔλεγε δὲ ταῦτα ἡ γυνὴ πρὸ τῆς αὐλείου θύρας ἑστῶσα· οὕτω γὰρ εἰώθει τὴν πρὸς τὸ θῆλυ ποιεῖσθαι διάλεξιν· εἴσω γὰρ τῆς θύρας οὐδεμίαν εἰσεδέξατο πώποτε. Τότε τοίνυν οἰκτείρας τὴν γυναῖκα ποτνιωμένην, εὐχῇ τῆς γοητείας ἀμαυροῖ τὴν ἐνέργειαν καὶ ἐλαίου ληκύθιον ὑπ' αὐτῆς προσενεχθὲν τῇ θείᾳ ἐπικλήσει καθαγιάσας χρίσασθαι τούτῳ προσέταξεν. Ταύτας ἡ γυνὴ πληρώσασα τὰς ὑποθήκας, μετέθηκεν εἰς ἑαυτὴν τὸν τοῦ ὁμοζύγου ἔρωτα καὶ πέπεικε προαιρεῖσθαι τῆς παρανόμου κοίτης τὴν ἔννομον. 8.14 Φασὶ δέ ποτε καὶ ἀκρίδος ἐξαπιναίως προσβαλούσης τῇ γῇ καὶ πυρὶ παραπλησίως ἅπαντα προσδαπανώσης καὶ λήϊα καὶ φυτὰ καὶ ἕλη καὶ ἄλση καὶ λειμῶνας ἧκέ τις παρ' αὐτὸν εὐσεβὴς ἀνὴρ ἀντιβολῶν ἐπαμῦναι, ἕνα μὲν ἀγρὸν ἔχοντι, ἐκ τούτου δὲ καὶ ἑαυτὸν καὶ γυναῖκα καὶ παῖδας καὶ οἰκείους τρέφοντι καὶ πρὸς τούτοις τὴν βασιλικὴν εἰσφορὰν εἰσπραττομένῳ. Πάλιν τοίνυν ὁ τὴν δεσποτικὴν φιλανθρωπίαν μιμούμενος χόα ὕδατος αὐτῷ προσενεχθῆναι προσέταξεν. Ὡς δὲ τὸν χόα προσήνεγκεν ὁ τὴν εὐχὴν ἐπαγγέλλων, ἐπετίθει μὲν τούτῳ τὴν χεῖρα, ἱκέτευε δὲ τὸν θεὸν δυνάμεως θείας ἐμφορῆσαι τὸ νᾶμα. Εἶτα τὴν εὐχὴν συμπεράνας παρηγγύησε τοῖς τοῦ χωρίου ὅροις ἐπιρρᾶναι τὸ ὕδωρ· πεποίηκε δὲ ὁ τοῦτο κομισάμενος ᾗ προσετάχθη καὶ ἀντὶ ἕρκους ἀμάχου τε καὶ ἀσύλου ταῖς ἀρούραις ἐκείναις ἐγένετο· μέχρι γὰρ τῶν ὅρων ἐκείνων ἕρπουσαί τε καὶ περιπετόμεναι στρατοπέδων δίκην αἱ ἀκρίδες, εἰς τοὐπίσω πάλιν ἐχώρουν τὴν ἐπιτεθεῖσαν εὐλογίαν δειμαίνουσαι καὶ ὥσπερ τινὶ χαλινῷ ἀγχόμεναι καὶ ἐπὶ τὸ πρόσω χωρεῖν κωλυόμεναι. 8.15 Καὶ τί δεῖ πάντα καταλέγειν τὰ ὑπὸ τῆς μακαρίας ἐκείνης εἰργασμένα ψυχῆς; Ἱκανὰ γὰρ καὶ ταῦτα τῆς ἐνοικησάσης αὐτῷ χάριτος ἐπιδεῖξαι τὴν αἴγλην. Τούτου κἀγὼ θεατὴς ἐγενόμην καὶ τῆς ἁγίας ἐκείνης δεξιᾶς τὴν εὐλογίαν ἐτρύγησα, μειράκιον μὲν ὢν ἔτι, τῇ δὲ μητρὶ κοινωνήσας τῆς πρὸς τὸν ἄνδρα πορείας. Καὶ αὐτῇ μὲν κατὰ τὸ εἰωθὸς ὑπανοίξας τὴν θύραν διαλέξεώς τε καὶ εὐλογίας ἠξίωσεν· ἐμὲ δὲ εἰσδεξάμενος ἔνδον τοῦ τῆς προσευχῆς μοι μετέδωκε πλούτου. Ταύτης καὶ νῦν ἀπο λαύσαιμι, ζῆν αὐτὸν πιστεύων καὶ τοῖς ἀγγέλοις συγχορεύειν καὶ πλείονι ἢ πάλαι πρὸς τὸν θεὸν παρρησίᾳ κεχρῆσθαι. Τότε μὲν γὰρ αὕτη τῷ θνητῷ τοῦ σώματος ἐμετρεῖτο ἵνα μὴ πρόφασις ἀπονοίας ἡ πλείων γένηται παρρησία· νῦν δὲ τῶν παθῶν ἀποθέμενος τὸ φορτίον ὡς νικηφόρος ἀθλητὴς πρὸς τὸν ἀγωνοθέτην παρρησιάζεται· οὗ χάριν καὶ τῆς παρ' αὐτοῦ πρεσβείας ἱκετεύω τυχεῖν. 9.t ΠΕΤΡΟΣ 9.1 Γαλάτας ἀκούομεν μὲν τοὺς ἐν τῇ Εὐρώπῃ τοὺς ἑσπερίους, ἴσμεν δὲ τοὺς ἐν τῇ Ἀσίᾳ τοὺς ἐκείνων ἐγγόνους οἳ παρὰ τὸν Εὔξεινον κατῳκίσθησαν Πόντον. Ἐκ τούτων ὁ μακάριος καὶ τρὶς τοῦτο καὶ πολλάκις ἐβλάστησε Πέτρος. Ἑπτὰ δέ, ὥς φασιν, ἐξ ὠδίνων ἔτη παρὰ τοῖς γονεῦσι τραφεὶς τὸν λοιπὸν ἅπαντα βίον ἐν τοῖς τῆς φιλοσοφίας διετέλεσεν ἄθλοις· τελευτῆσαι δὲ λέγεται ἔτη βιώσας ἐννέα καὶ ἐνενήκοντα. Τὸν τοίνυν δύο καὶ ἐνενήκοντα ἀγωνισάμενον ἔτη καὶ διὰ πάσης ἡμέρας τε καὶ νυκτὸς νικηφόρον ὁδεύσαντα, τίς ἂν ἀξίως θαυμάσειεν; Ποία δ' ἂν ἀρκέσειεν εἰς διήγησιν γλῶττα τῶν ἐν παιδίῳ καὶ ἀντιπαιδὶ καὶ μειρακίῳ καὶ ἀνδρὶ τελείῳ καὶ