τὸν δίκαιον. Τοῦτο καὶ ἐπὶ τοῦ διαβόλου ληφθῆναι πρόσφορον, καὶ διὰ τού των παραψυχὴν τοῖς ἀδικουμένοις προσφέρει. ∆είκνυ σι γὰρ τὸν μὲν παράνομον λυποῦντα καὶ μεμηνότα κατὰ τῶν ἀπράγμονα βίον ἀσπαζομένων, τὸν δὲ δί καιον κριτὴν καταγελῶντα τῆς ἐγχειρήσεως, ἅτε δὴ τὴν ταχεῖαν αὐτοῦ τελευτὴν προορῶντα. Ὁ δὲ Κύριος ἐκγελάσεται αὐτόν. ∆ιαγελᾷ, φησὶ, τὰς κατὰ τοῦ δικαίου ἐπιβουλὰς τοῦ ἁμαρτωλοῦ· εἰδὼς, ὡς ἔστησεν ἡμέραν καθ' ἣν τῷ μὲν ἀποδώσει τὴν αἰώνιον ζωὴν, τῷ δὲ τὴν αἰώνιον κόλασιν. Ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοὶ, ἐνέτειναν τόξον αὐτῶν ... ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς καρδίαν αὐτῶν. Ταῦτα, φησὶ, πεπόνθασιν οἱ πονηροὶ δαίμονες, ἃ ποιήσειν τοῖς ἁγίοις ἐπεβούλευσαν. Γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων. Ἀντὶ τοῦ, ἀποδέχεται καὶ τιμᾷ. Καὶ ἡ κληρονομία αὐτῶν εἰς αἰῶνα ἔσται. Ἄφθαρτοι γὰρ καὶ αἰώνιοι τῶν ἁγίων αἱ ἀνταποδόσεις. Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Ἐν τοῖς τῶν διωγμῶν, φησὶ, καιροῖς, ἐκλειπόντων τῶν διδασκάλων, αὐτὸς ὁ Κύριος τῷ ἑαυτοῦ πνεύματι θρέ ψει τοὺς εἰς αὐτὸν πιστεύοντας. [Οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ. Καιρὸς πονηρὸς ὁ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς, ἐν ᾧ οἱ μὲν τῆς δικαιοκρισίας τοῦ Θεοῦ πειραθήσονται· οἱ δὲ δόξαν καὶ τιμὴν, καὶ ἀφθαρσίαν, καὶ ζωὴν αἰώνιον ἀπολήψονται.] ∆ανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει. Οὐκ ἀντιδίδωσι, φησὶν, ὁ ἁμαρτωλὸς εὐχαριστίαν ὑπὲρ ὧν εὐεργετεῖται παρὰ Θεοῦ. Ὁ δὲ δίκαιος οἰκτείρει, καὶ δίδωσιν. Ἀντιδίδωσι, φησὶν, οἰκτιρμοὺς, τὸν ἑαυτοῦ ∆εσπότην μιμούμενος. 27.181 Ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν. Ὅμοιον τὸ εἰρημένον πρὸς Ἀβραάμ· Τοὺς εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμέ νους σε καταράσομαι. Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύ νεται. Ἀποδέχεται, φησὶν, ἣν ποιεῖται κατὰ τὸν βίον πρακτικὴν πορείαν. Ὅταν πέσῃ οὐ καταῤῥαχθήσεται. Εἰ καὶ, φη σὶν, συμβῇ ὀλίγον τι παρασφαλῆναι τὸν δίκαιον, οὐκ ἀδικηθήσεται ἔχων ἀντιστηρίζοντα τὸν Θεόν. Οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Τοὺς νοητούς φησιν, οἵτινές εἰσιν οἱ θεῖοι λόγοι. Καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος. Καὶ κληρονο μήσεις, φησὶ, τὰς αἰωνίους σκηνάς. ∆ίκαιοι δὲ κληρονομήσουσι γῆν. Πολλαχοῦ τῆς διδομένης γῆς τοῖς πραέσιν ἐμνημόνευσε, προτρεπό μενος εἰς ἐπιθυμίαν αὐτῆς. Στόμα δικαίου μελετήσει σοφίαν. Προσήκει, φησὶν, κἂν τῇ γλώττῃ, κἂν ἐν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνε κῶς· οὕτως γὰρ τὸ πρακτέον μανθάνων ὁ τῆς ἀρετῆς ἐραστὴς, ἀτρεμὴς μενεῖ καὶ ἀσάλευτος, τῶν καταβάλ λειν ἐπιχειρούντων περιγενόμενος. Ταῦτα καὶ ἐν τῷ πρώτῳ ψαλμῷ ἔφη· Ἀλλ' ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ τὰ ἑξῆς. Καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. ∆ικαιοκρισίαν οὐ τὴν δικα στικὴν, ἀλλὰ τὴν ἐξ ἀπλανοῦς καὶ ὑγιοῦς κριτηρίου. Ὁ νόμος τοῦ Θεοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ. Κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον. Ὁ δὲ Κύριος. ∆ιαφόρως τὰ αὐτὰ λέγει, τῇ πλείονι μελέτῃ μονιμωτέραν κατα σκευάζων τὴν μνήμην. Λέγει δέ· Οὐ περιόψεται τὸν δίκαιον ὁ ∆εσπότης ἐπιβουλευόμενον ὑπὸ τῶν πονη ρῶν, οὐδὲ συμψηφιεῖται αὐτοῖς τὰ τοιαῦτα τολμῶσιν· ἀλλ' ὑπερπηδῆσαι παρασκευάσει τὰ δίκτυα. Ταύτης ἀπήλαυσεν Ἀβραὰμ τῆς προνοίας, δὶς ἁρπαγείσης τῆς Σάῤῥας· ταύτης ὁ Ἰσαὰκ, αὐτὸ τοῦτο παθών· ταύτης ὁ Ἰακὼβ, ὑπ' ἀδελφοῦ καὶ κηδεστοῦ φθονούμε νος· ταύτης ὁ Ἰωσὴφ, ὑπὸ φθόνου καὶ συκοφαντίας πολεμηθείς. Καὶ τί δεῖ καταλέγειν ἅπαντα; ῥᾴδιον γὰρ τοῖς φιλομαθέσι καὶ τὰ πάλαι συλλέξαι, καὶ θεω ρῆσαι τὰ νέα. Οὐδὲ μὴ καταδικάσεται αὐτὸν ὅταν κρίνηται αὐτόν. Ἀντὶ τοῦ, ἐν τῷ κρίνεσθαι αὐτόν. Ἐν τῷ ἐξολοθρεύεσθαι ἁμαρτωλοὺς ὄψει. Ἐκκοπτομένους, φησὶ, τοὺς ἁμαρτωλοὺς θεάσῃ. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ ἐπαιρόμε νον ὡς τὰς κέδρους τοῦ Λιβάνου. Κατὰ τὸ εἰρη μένον· Σκιὰ ὁ βίος ἡμῶν. Καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Θεασάμενος, φησὶν, ἄνδρας πονηροὺς εὐημεροῦντας, ἐνενόουν πῶς
40