ἄλλων, ὅσαπερ ἂν εἶεν τὰ πεποιημένα καὶ μέχρις αὐτῶν καθικνούμενα τῶν ἄγαν εὐτελεστάτων. Ἆρ' οὖν οὐ γέλως, εἰπέ μοι, ταυτί, καὶ τερθρεία λοιπὸν ἀποφέρουσα τοῦ εἰκότος καὶ τῶν εἰς ἀλήθειαν ἐννοιῶν· εἶτα πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφές; Ὅτι δὲ σαθραῖς καὶ ἀλλοκότοις ἐφήδεται δόξαις ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, δῆλος ἂν εἴη δήπουθεν· Θεὸν γὰρ εἶναι διϊσχυριζόμενος τὸν οὐρανόν, πάλιν ὦδέ φησι· 2.50 {ΙΟΥΛΙΑΝΟΣ} Τί δεῖ μοι καλεῖν Ἕλληνας καὶ Ἑβραίους ἐνταῦθα μάρτυρας; Οὐδείς ἐστιν ὃς οὐκ ἀνατείνει μὲν εἰς οὐρανὸν τὰς χεῖρας εὐχόμενος, ὀμνύων Θεὸν ἤτοι θεούς, ἔννοιαν δ' ὅλως τοῦ θείου λαμβάνων ἐκεῖσε φέρεται. Καὶ τοῦτο οὐκ ἀπεικότως ἔπαθον· ὁρῶντες γὰρ οὔτε ἐλαττούμενόν τι τῶν περὶ τὸν οὐρανόν, οὔτε αὐξόμενον οὔτε τρεπόμενον οὔτε πάθος ὑπομένον τι τῶν ἀτάκτων, ἀλλ' ἐναρμόνιον μὲν αὐτοῦ τὴν κίνησιν, ἐμμελῆ δὲ τὴν τάξιν, ὡρισμένους δὲ θεσμοὺς σελήνης, ἡλίου δὲ ἀνατολὰς καὶ δύσεις ὡρισμένας, ἐν ὡρισμένοις ἀεὶ καιροῖς, εἰκότως Θεὸν καὶ Θεοῦ θρόνον ὑπέλαβον. Τὸ γὰρ τοιοῦτον, ἅτε μηδεμιᾷ προσθήκῃ πληθυνόμενον, μηδὲ ἐλαττούμενον ἀφαιρέσει, τῆς τε κατὰ ἀλλοίωσιν καὶ τροπὴν ἐκτὸς ἱστάμενον μεταβολῆς, πάσης καθαρεύει φθορᾶς καὶ γενέσεως. Ἀθάνατον δὲ ὂν φύσει καὶ ἀνώλεθρον, παντοίας ἐστὶ καθαρὸν κηλίδος· ἀΐδιον δὲ ὂν καὶ ἀκίνητον, ὡς ὁρῶμεν, ἤτοι παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ φέρεται κύκλῳ περὶ τὸν μέγαν ∆ημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ Θεοῦ τὴν κίνησιν (ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα παρὰ τῆς ἐν ἡμῖν ψυχῆς), παραδεξάμενον τὸν ἄπειρον ἐξελίττει κύκλον ἀπαύστῳ καὶ αἰωνίῳ φορᾷ. 2.51 {ΚΥΡΙΛΛΟΣ} Ὅτι μὲν οὖν παραπαίοντος οἱ λόγοι, καὶ τῶν εἰς ἀλήθειαν ἐννοιῶν ὁλοτρόπως ἠμοιρηκότος, οὐκ ἀσυμφανές. Ἐπειδὴ δὲ ἀποχρήσειν αὐτῷ πρὸς ἀπόδειξιν οὐκ οἶδ' ὅπως ὑπείληφε τοῦ Θεὸν εἶναι τὸν οὐρανὸν τὸ τὰς χεῖρας αἴρειν ὑψοῦ καὶ μέντοι τοὺς ὀφθαλμοὺς τοὺς εὔχεσθαι διανοουμένους, φέρε πρὸς τοῦτο λέγωμεν αὐτῷ. Ἆρ' οὖν, εἰπέ μοι, κἂν εἴ τῳ νεφέλας καταθρῆσαι δοκοίη, πέμποι δὲ καὶ αὐτὸς ἄνω καὶ ἐπ' αὐταῖς τὸν τοῦ σώματος ὀφθαλμόν, ἀρκέσειεν ἂν εἰς πληροφορίαν τὸ χρῆμα αὐτῷ τοῦ χρῆναι θεὰς καὶ αὐτὰς ὁμολογεῖν; Εἶτα πῶς οὐκ ἂν εἴη γελᾶσθαι πρέπων ὁ ψυχραῖς οὕτως ἐννοίαις εἰς ἀπάτην συνηρπασμένος; Ἐπειδὴ δέ, φησίν, ἐξ ὧν εἶναι πέφυκεν ὁ οὐρανὸς εἰκότως τεθαύμασται καὶ ὑπείληπται παρὰ τοῖς πολλοῖς καὶ Θεὸς ὑπάρχειν καὶ Θεοῦ θρόνος, διδασκέτω παρελθὼν εἰ ταὐτὸν εἶναι νενόμικε καὶ ἐν ἴσῳ τίθησι μέτρῳ τὰ ἐπ' ἀμφοῖν· ἀλλ' οὐκ ἂν οἰηθείην πώποτε πρὸς τοῦτο αὐτὸν ἀποπληξίας ἐλθεῖν ὡς κατ' οὐδένα τρόπον διαφέρειν οἴεσθαι τὸ εἶναι Θεὸν καὶ θρόνον αὐτοῦ. Ὅτι μὲν γὰρ οὐχ ὡς ἐν αἰσθήσει τῇ καθ' ἡμᾶς οὔτε μὴν ὡς ἐπὶ σωμάτων νοοῖτ' ἂν εἰκότως τὰ περὶ Θεοῦ, κἂν εἰ λέγοιτο τυχὸν ἧττον ἢ χρῆν, ἐνδοιάσαι τις ἂν ἥκιστά γε. Θρόνος οὖν εἰ λέγοιτο Θεοῦ, τὴν ὑπ' αὐτῷ βασιλείαν κατασημήνειεν ἄν, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν ἀληθὲς εἰπεῖν ὡς εἴη τοῦ δεῖνος λαμπρὸς καὶ ὑπερφερὴς ὁ θρόνος, τουτέστιν ἡ ἀρχὴ καὶ ἡ βασιλεία. 2.52 Εἶτα πῶς ἰσομοιρήσειεν ἂν τῷ κρατοῦντι τὸ κρατούμενον, τῇ τῶν κρατουμένων μικροπρεπείᾳ τὸ ἄρχον αὐτῶν, τοῖς ὑπεζευγμένοις τὸ ὑπερτεροῦν, τῷ πλεονεκτοῦντι τὸ μειονεκτούμενον; Πῶς οὖν ἄρα καὶ τίνα τρόπον ἢ Θεὸν εἶναί φησιν ἢ Θεοῦ θρόνον τὸν οὐρανόν; Ἀλλὰ Ναί, φησίν, εὔτακτον γὰρ καὶ ἐναρμόνιον καὶ ἐμμελῆ ποιεῖται τὴν κίνησιν, ὡρισμένους δὲ φωτισμοὺς ἥλιός τε καὶ σελήνη ποιεῖσθαι πεφύκασιν, ἄστρων τε ἀνατολαὶ καὶ δύσεις καὶ περιφοραὶ καὶ δρόμοι καὶ αἱ κατὰ τόπους κινήσεις αἱ αὐταὶ καὶ ἀπαραλλάκτως καὶ ἐν καιρῷ παντί. Εἶτα πῶς οὐ πάνυ σοφὸς ἦν ὁ θεσπέσιος Παῦλος, ὡς ἀπό γε τῶν τοιούτων τὸν ἡγεμόνα καταδεικνύς, καὶ τῆς εὐταξίας τῇ κτίσει τὸν πρύτανιν, τὸν τοῖς ὑπ' αὐτοῦ γεγονόσι θεσμοθετοῦντα θεοπρεπῶς τὸ ὅπως