Γαβριὴλ, οἰκέτης ὢν τοῦ Κυρίου, ὤφθη, καὶ παραχρῆμα ἔπτηξε καὶ ἔπεσεν ἐπὶ πρόσωπον· καὶ ἄχρις ὅτου ἐξεβιάσατο ἑαυτὸν ὁ ἄγγελος εἰς ὁμοίωμα υἱοῦ ἀνθρώπου, οὐκ ἐτόλμησεν ἀποκριθῆναι ὁ προφήτης. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος τρόμον ἐνεποίει προφήταις, αὐτὸς ὁ Θεὸς εἰ ὤφθη καθ' ὃ ἦν, οὐκ ἀπώλλυντο πάντες; 9.2 Θείαν τοίνυν φύσιν ἰδεῖν σαρκὸς ὄμμασιν, ἀδύνατον· ἐκ δὲ τῶν ἔργων τῶν θείων, εἰς φαντασίαν τῆς δυνάμεως ἐλθεῖν δυνατὸν, κατὰ τὸν Σολομῶντα τὸν λέγοντα· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων, ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Οὐ γὰρ εἶπεν, ὅτι ἐκ τῶν κτισμάτων ὁ γενεσιουργὸς θεωρεῖται· ἀλλὰ προσέθηκεν, ὅτι ἀναλόγως. Τοσούτῳ γὰρ μείζων ἑκάστῳ φαίνεται Θεὸς, ὅσῳ ἂν μείζονος θεωρίας τῶν κτισμάτων ἐπιλάβηται ὁ ἄνθρωπος· καὶ ὅταν διὰ τῆς μείζονος θεωρίας ὑψωθῇ τῇ καρδίᾳ, μείζονα καὶ περὶ Θεοῦ λαμβάνει φαντασίαν. 9.3 Καὶ θέλεις γνῶναι, ὅτι Θεοῦ φύσιν καταλαβεῖν ἀδύνατον; Λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς ὑμνολογοῦντες τὸν Θεόν· Εὐλογητὸς εἶ ὁ ἐπιβλέπων ἀβύσσους, καθήμενος ἐπὶ τῶν Χερουβίμ. Εἰπέ μοι, τίς ἐστιν ἡ φύσις τῶν Χερουβὶμ, καὶ τότε τὸν ἐπικαθήμενον θεώρει. Καί τοί γε Ἱεζεχιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο κατὰ τὸ δυνατὸν, λέγων· Ὅτι τέσσαρα πρόσωπα τῷ ἑνί· τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου· καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὀφθαλμοὶ αὐτοῖς πανταχόθεν· καὶ ὅτι ὑπὸ ἕκαστον τροχὸς τετραμερὴς ὑποκείμενος. Καὶ ὅμως τοῦ προφήτου τὴν ἔκφρασιν ποιουμένου, οὔπω ἡμεῖς οὐδὲ ἀναγινώσκοντες καταλαβεῖν δυνάμεθα. Εἰ δὲ τὸν θρόνον, ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα· τὸν ἐπικαθήμενον, ὄντα ἀόρατον καὶ ἀνεκδιήγητον Θεὸν, πῶς καταλαβεῖν δυνησόμεθα; Φύσιν μὲν Θεοῦ πολυπραγμονεῖν ἀδύνατον· δοξολογίας δὲ ἀναπέμπειν αὐτῷ ἐπὶ τοῖς ὁρωμένοις αὐτοῦ δημιουργήμασι δυνατόν. 9.4 Ταῦτα δὲ ὑμῖν λέγεται διὰ τὴν τῆς Πίστεως ἀκολουθίαν καὶ διὰ τὸ λέγειν ἡμᾶς, ΠΙΣΤΕΥΟΜΕΝ ΕΙΣ ἙΝΑ ΘΕΟΝ, ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ, ΠΟΙΗΤΗΝ ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ, ὉΡΑΤΩΝ ΤΕ ΠΑΝΤΩΝ ΚΑΙ ΑΟΡΑΤΩΝ, ἵνα μνημονεύωμεν, ὅτι αὐτός ἐστι Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ αὐτός ἐστιν ὁ πεποιηκὼς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ ἵνα ἀσφαλιζώμεθα ἑαυτοὺς διὰ τὰς ἐκτροπὰς τῶν ἀθέων αἱρετικῶν, τῶν τετολμηκότων κακῶς ἀναγορεύειν τὸν πάνσοφον τεχνίτην παντὸς τοῦδε τοῦ κόσμου, τῶν βλεπόντων μὲν σαρκὸς ὀφθαλμοῖς, τὰ δὲ ὄμματα τῆς διανοίας πεπωρωμένων. 9.5 Τί γὰρ ἔχουσι μέμψασθαι τῷ μεγίστῳ δημιουργήματι τοῦ Θεοῦ; οὓς ἔδει ἐκπλαγῆναι θεωρήσαντας τῶν οὐρανῶν τὰ κύτη· οὓς ἔδει προσκυνῆσαι τὸν στήσαντα ὡς καμάραν τὸν οὐρανὸν, τὸν ἐκ ῥευστῆς ὑδάτων φύσεως, ἄπτωτον ὑπόστασιν οὐρανοῦ ποιήσαντα. Εἶπε γὰρ ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος. Εἶπεν ὁ Θεὸς ἅπαξ· καὶ ἕστηκε καὶ οὐ πίπτει. Ὕδωρ ὁ οὐρανὸς, καὶ πύρινοι οἱ ἐν αὐτῷ, ἥλιος καὶ σελήνη καὶ τὰ ἄστρα. Καὶ πῶς τὰ πύρινα ἐν τῷ ὕδατι τρέχει; Εἰ δέ τις διὰ τὰς ἐναντίας φύσεις πυρὸς καὶ ὕδατος ἀμφιβάλλει, μνημονευέτω τοῦ πυρὸς τοῦ ἐπὶ Μωσέως ἐν Αἰγύπτῳ φλογίζοντος ἐν τῇ χαλάζῃ· καὶ βλεπέτω τοῦ Θεοῦ τὴν πάνσοφον δημιουργίαν. Ἐπειδὴ γὰρ ἦν ὑδάτων χρεία, μελλούσης τῆς γῆς γεηπονεῖσθαι, ὑδατώδη κατεσκεύασεν ὑπεράνω τὸν οὐρανὸν, ἵνα, ὅταν δι' ὑετῶν ἀρδείας γένηται χρεία τῷ τῆς γῆς χωρίῳ, ἕτοιμος ᾖ ἐκ φύσεως πρὸς τοῦτο ὁ οὐρανός. 9.6 Τί δὲ, καὶ θαυμάσαι οὐκ ἔστιν ἀποβλέποντα καὶ εἰς ἡλίου κατασκεύασμα; ὡς μικρὸν γὰρ ὁρώμενον σκεῦος, μεγάλην δύναμιν περιέχει· ἐξ ἀνατολῆς φαινόμενος, καὶ μέχρι δύσεως ἀποστέλλων τὸ φῶς. Οὗ τὰς πρωϊνὰς ἀνατολὰς διαγράφων ὁ ψαλμῳδὸς ἔλεγε· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ· τὸ γὰρ φαιδρὸν καὶ σύμμετρον τῆς πρώτης αὐτοῦ καταστάσεως φαινομένης εἰς ἀνθρώπους διέγραψε. Μεσημβρινὸν γὰρ διϊππεύοντα πολλάκις καὶ φεύγομεν διὰ τὸ φλογῶδες· ἅμα δὲ ταῖς ἀνατολαῖς τερπνός ἐστι τοῖς πᾶσιν, ὡς νυμφίος ὁρώμενος. Καὶ βλέπε τὴν διοίκησιν αὐτοῦ· (μᾶλλον δὲ οὐκ αὐτοῦ, ἀλλὰ τοῦ τὸν δρόμον αὐτῷ διὰ