ἄλλοις ἐν τῇ τοῦ πολέμου 882 συμβολῇ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. 17. Ἀπεστάλη δὲ πότε καὶ Ῥωμανὸς πατρίκιος καὶ δρουγγάριος ὢν τῶν πλωΐμων μετὰ παντὸς τοῦ στόλου ἐν τῷ ∆ανουβίῳ ποταμῷ βοηθήσων Λέοντι τῷ Φωκᾷ· ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζίνακας, ὡς προείρηται, κελευσθέντος τοῦ δρουγ γαρίου Ῥωμανοῦ διαπερᾶσαι τούτους κατὰ Βουλγάρων, ὥστε συμ μαχῆσαι Λέοντι Φωκᾷ. Ῥωμανοῦ δὲ καὶ Ἰωάννου τοῦ Βογᾷ εἰς ἔριδας καὶ λογομαχίας ἐλθόντες, ὁρῶντες αὐτοὺς οἱ Πατζίνακοι πρὸς ἀλλήλους διαμαχομένους καὶ στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια. 18 τοῦ πολέμου δὲ ἤδη τέλος λαβόντος καὶ ὑπο στρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βογᾶ, τὰ κατ' αὐτῶν ἐκινήθησαν, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν ὥστε καταδικάζουσαν ψῆφον ἀνήνεγκαν, τῶν ὀφθαλμῶν στερηθῆναι ὡς ἀμελείᾳ, μᾶλλον δὲ κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζίνακας, ἀλλ' ὑποχωρήσαντα τάχιον καὶ μηδὲ τοὺς φεύγοντας Ῥωμαίων ἐν τοῖς πλοίοις ὑποδεξάμενον. καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντίνου Γογγύλου καὶ Στεφάνου τοῦ μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλά, τὰ τῆς καταδίκης ἀνετράπη. 19. Τῶν δὲ Βουλγάρων τηνικάδε τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσάντων μέχρι τῆς πόλεως, ἐξῆλθεν Λέων ὁ δομέ 883 στικος τῶν σχολῶν καὶ Ἰωάννης ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ ∆ουκὸς εἰς χῶρον Θρᾳκῷον οὕτω λεγόμενον Κατασύρτας ἅμα πλείστῳ λαῷ κατὰ Βουλγάρων. τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόν των αὐτοῖς τῶν Βουλγάρων καὶ τοῦ δομεστίκου φυγόντος ἐσφάγη Νικόλαος ὁ υἱὸς τοῦ ∆ουκὸς καὶ πολλοὶ ἕτεροι μετ' αὐτοῦ. 20. Θεόδωρος οὖν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδα γωγὸς ὁρῶν Κωνσταντῖνον παρακοιμώμενον εἰς Λέοντα τὸν ἴδιον γαμβρὸν τὴν βασιλείαν σφετεριζόμενον, ὑπέθηκε Κωνσταντίνῳ βασιλεῖ Ῥωμανὸν δρουγγάριον προβαλέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτόν, ὡς ἂν ᾖ σὺν αὐτῷ, καὶ διαφυ λάττειν αὐτόν, καὶ ἐν οἷς ἂν δέοιτο σύμμαχον ἔχειν καὶ βοηθόν. πολλάκις οὖν περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπείπατο. γραμμα τεῖον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαχαράξας γραφῇ καὶ ὑπογραφῇ διασφαλισάμενος ἀπέστειλεν αὐτῷ. ὅπερ οὗτος ἐπὶ χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ τοῦ παρακοιμωμένου Κωνσταν τίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν ὧδε ποιήσασθαι. 21. Τῆς φήμης οὖν ταύτης διαθεούσης, καὶ τοῦ παρα κοιμωμένου Κωνσταντίνου καταναγκάζοντος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐτὸς προεφασίζετο ἀδυνάτως ἔχειν τοῦ ἀπο πλεῖν μὴ τοῦ στόλου τὴν νενομισμένην ῥόγαν λαβόντος. ἐν τῇ ἐξαρτύσει δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος ἐξῆλθε Κωνσταντῖνος παρακοιμώμενος ἐπισπουδάσων αὐτὸν τοῦ ἐκπλεῦσαι. ὁ δὲ τούτῳ δουλικῷ τῷ σχήματι προσυπήντησεν, καὶ 884 προθύμως ποιήσειν τὸ κελευόμενον ἐπηγγέλλετο. ὑποστρέψαι δὲ βουλομένου τοῦ παρακοιμωμένου, καὶ εἰ ἔχοι ἄνδρας εὐειδεῖς καὶ γενναίους τὴν βασιλικὴν ἐρέττειν τριήρην εἰπόντος πρὸς Ῥωμανόν, οὗτος εὐθὺς ἔνευσεν αὐτοῖς τῇ χειρὶ ἑτοίμοις οὖσι πλησίον ἐλθεῖν. οἱ δὲ τὰ τῆς βουλῆς εἰδότες, ἔγγιστα ἤδη τοῦ δρόμωνος Ῥωμανοῦ γεγονότες, ἐπειδὴ οὗτος ὀπίσω τοῦ παρακοιμωμένου Κωνσταντίνου περιπατῶν "ἀναρπάσατε αὐτὸν ταῖς χερσὶ καὶ ἄρατε αὐτὸν" ἐπε φώνησε, παραχρῆμα οὗτοι τοῦτον ἁρπάσαντες εἰς τὴν τοῦ δρουγ γαρίου Ῥωμανοῦ τριήρην εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ κατεῖχον. οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν ἢ κατοικτείρων τὸν ἄνθρωπον, πάν των τῶν συνόντων αὐτῷ χρησαμένων φυγῇ. 22. Ταῦτα Ζωὴ Αὐγοῦστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νικόλαον καὶ τοὺς αὐτῆς μεγιστᾶνας καὶ ἀποστέλλει πρὸς Ῥωμανόν, τὸ γεγονὸς βουλομένη μαθεῖν. τούτων δὲ δια περασάντων, λίθοις ὁ λαὸς ἐξήλασαν βαλόντες. ἕωθεν οὖν ἐξελ θοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπεφώνει τῷ υἱῷ καὶ πᾶσι, πῶς ἄρα γέγονεν ἡ ἀνταρσία αὕτη; ἔφησε δὲ πρὸς αὐτὴν ὁ παιδαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος ὅτι διὰ τὸ ἀπολέσαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαίους καὶ Κωνσταντῖνον παρακοιμώμενον τὸ παλάτιον