40
βασιλεὺς τὴν ἐπιτροπὴν παρητήσατο. ὁ μέντοι Λαζῶν ἀρχηγὸς Τζάθος ἀποστατήσας Περσῶν, προσερρύη τῷ Ἰουστίνῳ καὶ βαπτισθείς, υἱός τε τοῦ βασιλέως ὀνομασθεὶς καὶ βασιλεὺς Λαζῶν ἀναγορευθείς, γυναικί τε συζευχθεὶς ἑνὸς τῶν συγκλητικῶν θυγατρί, εἰς τὴν ἑαυτοῦ χώραν ἐπανελήλυθε. τοῦτο αἴτιον αὖθις μάχης Ῥωμαίοις καὶ Πέρσαις ἐγένετο, ὡς τοῦ βασιλέως Ῥωμαίων τοὺς αὐτοῖς ὑπείκοντας σφετεριζομένου. τότε καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει συμβέβηκε. Κουάδης δὲ τοὺς ἐν τῇ αὐτοῦ ἀρχῇ τυγχάνοντας Μανιχαίους ἐφόνευσεν ἅπαντας καὶ τὸν αὐτῶν ἐπίσκοπον καὶ τὰς βίβλους κατέκαυσεν, ὅτι ἕνα τῶν υἱῶν αὐτοῦ 149 τὴν μυσαρὰν αὐτῶν διδάξαντες αἵρεσιν τὰ αὐτῶν φρονεῖν παρεσκεύασαν. Ἡ δὲ πόλις Ἀνάζαρβος ἢ Ἀνάβαρζα, τῆς δευτέρας Κιλικίας οὖσα μητρόπολις, τότε ὑπὸ σεισμοῦ συνεπτώθη· καὶ ἡ Ἔδεσα, πόλις οὖσα περιφανὴς τῆς Ὀσροηνῶν ἐπαρχίας, κατεκλύσθη, τοῦ μέσον αὐτῆς ῥέοντος ποταμοῦ πλημμυρήσαντος, κεκλημένου Σκιρτοῦ, καὶ τούς τε τῆς πόλεως οἴκους καταβαλόντος καὶ παρασύραντος καὶ τοὺς αὐτῆς ἐνοικοῦντας οὓς μὲν συγχώσαντος τοῖς συμπτώμασιν, οὓς δὲ καταποντίσαντος. μεθ' ἡμέρας δέ γε τοῦ ὕδατος ἐλαττωθέντος, εὑρέθη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ πλὰξ λιθίνη ἐν ἱερογλυφικοῖς γράμμασιν αὐτῇ ἐγκεκολαμμένοις λέγουσα ταῦτα "Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις." καὶ τῆς Πομπηιουπόλεως τὸ ἥμισυ κατεπόθη, μέσον ῥαγείσης τῆς πόλεως, καὶ τῶν ἀνθρώπων πολλοὶ ἐν τῷ χάσματι ἔτι ζῶντες ἀπωλοφύροντο καὶ οὐδεὶς ἠδύνατο ἀνελέσθαι αὐτούς. καὶ γυνή τις ἐκ Κιλικίας τότε ἐγέ150 νετο γιγαντώδης καὶ τὴν ἀναδρομὴν τοῦ σώματος καὶ τὴν λοιπὴν διαρτίαν· παντὸς γὰρ εὐμήκους ἀνδρὸς εἰς πῆχυν ὅλον ὑπερανίστατο· ηὐρύνετο δὲ τοὺς ὤμους τε καὶ τὰ στέρνα ἐπὶ πολύ, καὶ τἄλλα δ' εἶχε τῷ μήκει τε καὶ τῷ πλάτει ἀνάλογα, τὸ εἶδος λέγω καὶ τὴν φωνὴν καὶ τῶν βραχιόνων καὶ τῶν πήχεων τὴν στερρότητα καὶ τὸ μέγεθος καὶ τὸ τῶν δακτύλων ἁδρὸν καὶ ὅσα τούτοις ἑπόμενα. Ἰουστινιανοῦ δὲ στρατηλάτου, ὡς εἴρηται, μετὰ θάνατον Βιταλιανοῦ προβληθέντος, ἐκείνῳ ἀνεῖτο ἡ πᾶσα διοίκησις. καί ποτε τῶν τὰς ἡγεμονίας ἐχόντων δεομένων τοῦ βασιλέως κοινωνὸν τῆς βασιλείας ἑλέσθαι τὸν στρατηλάτην, ἐκεῖνος τῆς ἁλουργίδος ἁψάμενος "δι' εὐχῆς ὑμῖν ἤτω" φησί "μὴ νεώτερον ταύτην περιβαλέσθαι." καὶ τότε μὲν οὕτω τὴν ἐκείνων δέησιν διεκρούσατο. οἱ δ' αὖθις μετ' οὐ πολὺ ψήφισμα ἔθεντο τὴν τοῦ νωβελισίμου ἀξίαν τῷ Ἰουστινιανῷ ἐπιψηφιζόμενον καὶ τὸν βασιλέα ᾐτοῦντο κυρῶσαι τὸ ψηφισθέν· καὶ ὃς εἴξας γράμμασιν οἰκείοις τοῦτο ἐκύρωσε. τραύματος δ' οἱ γενομένου περὶ τὴν κνήμην κλινήρης ἦν. ὡς δ' ἡ νόσος ἐκραταιοῦτο καὶ ἀμ151 φίβολον ἦν αὐτῷ τὸ βιώσιμον, μετακαλεῖται τὸν πατριάρχην Ἐπιφάνιον, μεταπέμπεται δὲ τοὺς ἐν τέλει, καὶ βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ἀναδείκνυσιν, αὐτὸς τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. καὶ εἰς τὸ τῆς ἱππηλασίας θέατρον τοῦ δήμου τῆς πόλεως ἀθροισθέντος, ἔξεισι πρὸς αὐτοὺς ἐστεμμένος ὁ Ἰουστινιανός, καὶ παρὰ πάντων εὐφημισθεὶς ἐπανῆκεν εἰς τὰ βασίλεια, τεσσαράκοντα καὶ πέντε τότε τυγχάνων ἐνιαυτῶν. αὐτίκα δὲ καὶ ἡ γαμετὴ αὐτοῦ Θεοδώρα ἀνερρήθη Αὐγούστα. καὶ μετ' ὀλίγον τῷ Ἰουστίνῳ ἐπέλιπεν ἡ ζωή, βασιλεύσαντι ἔτη ἐννέα ἐφ' ἡμέραις εἴκοσι. Καὶ ὁ μὲν εὐσεβῶς βασιλεύσας ἀπῆλθεν· ἄρξαντος δὲ Ἰουστινιανοῦ οὐκ εἰς μοναρχίαν ἡ βασιλεία κατέστη, ἀλλ' εἰς διπλοῦν τὸ κράτος μεμέριστο· οὐδὲν γὰρ ἧττον τοῦ κρατοῦντος, εἰ μὴ καὶ μᾶλλον, ἡ κοινωνὸς αὐτῷ τοῦ βίου δεδύνητο. ἦν δὲ ὁ βασιλεὺς οὗτος ῥᾷστος μὲν πρὸς ἔντευξιν καὶ ἀναπεπταμένας εἶχε τὰς ἀκοὰς πρὸς διαβολήν, ὀξὺς δὲ πρὸς ἄμυναν, ἀφειδὴς πρὸς χρημάτων ἐξάντλησιν καὶ πρὸς συλλογὴν αὐτῶν 152 ἀφειδέστερος. τὰ μὲν γὰρ ἀνήλισκεν εἰς οἰκοδομάς, τὰ δὲ ἵν' αὐτῷ κατορθοῖντο ὅσα οἱ ἐτύγχανε πρὸς βουλῆς, τὰ δὲ εἰς πολέμους καὶ τὰς πρὸς τοὺς ἀνθισταμένους ταῖς ἑαυτοῦ θελήσεσιν ἔριδας. ὅθεν ἀεὶ χρημάτων δεόμενος