ἐγγύτερος ὁ κύριος τοῦ ἐλθεῖν καὶ ἀνοῖξαι τὰς κεκλεισμένας θύρας τῆς καρδίας καὶ δωρήσασθαι ἡμῖν τὸν πλοῦτον τὸν οὐράνιον. ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ ἀψευδεῖς εἰσιν αὐτοῦ αἱ ἐπαγγελίαι, μόνον ἐὰν ὑπομείνωμεν ἕως τέλους ἐπιζητοῦντες αὐτόν. δόξα τοῖς οἰκτιρμοῖς πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ΟΜΙΛΙΑ ΙΒ. 1 Ὁ Ἀδὰμ τὴν ἐντολὴν παραβὰς κατὰ δύο τρόπους ἀπώλετο· ἕνα μὲν ὅτι ἀπώλεσε τὸ κτῆμα τὸ καθαρὸν τῆς φύσεως αὐτοῦ, τὸ ὡραῖον, τὸ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» τοῦ θεοῦ· ἕτερον δὲ ὅτι ἀπώλεσεν αὐτὴν τὴν εἰκόνα, ἐν ᾗ ἀπέκειτο αὐτῷ κατ' ἐπαγγελίαν ἡ ἐπουράνιος πᾶσα κληρονομία. ὥσπερ ἐὰν ᾖ νόμισμα τὴν εἰκόνα τοῦ βασιλέως ἔχον καὶ τοῦτο παραχαραγῇ, ὁ χρυσός τε ἀπώλετο καὶ ἡ εἰκὼν οὐ χρησιμεύει, τοιοῦτον ἔπαθε καὶ ὁ Ἀδάμ· μέγας γὰρ πλοῦτος καὶ μεγάλη κληρονομία εὐτρέπιστο αὐτῷ. ὥσπερ ἐὰν ᾖ χωρίον μέγα καὶ τοῦτο ἔχῃ προσόδους πολλάς, ἐκεῖ ἄμπελος εὐθηνοῦσα, ἐκεῖ χῶραι εὐφοροῦσαι, ἐκεῖ ἀγέλαι, ἐκεῖ χρυσὸς καὶ ἄργυρος, οὕτως ἦν τίμιον τὸ χωρίον πρὸ τῆς παρακοῆς, αὐτὸ τὸ σκεῦος τοῦ Ἀδάμ. ἀλλ' ἐπειδὴ κακὰ ἔσχε διανοήματα καὶ λογισμούς, ἀπώλετο ἀπὸ τοῦ θεοῦ. οὐ λέγομεν δὲ ὅτι ἀπώλετο τὸ ὅλον καὶ ἠφανίσθη καὶ ἀπέθανεν· ἀπὸ τοῦ θεοῦ ἀπέθανε, τῇ δὲ ἰδίᾳ φύσει ζῇ. ἰδοὺ γὰρ ὅλος ὁ κόσμος περιπατεῖ ἐν τῇ γῇ καὶ πραγματεύεται, ἀλλ' ὁ ὀφθαλμὸς τοῦ θεοῦ βλέπει αὐτῶν τὸν νοῦν καὶ τὰς ἐνθυμήσεις, καὶ ὡσπερεὶ βλέπει, καὶ παραβλέπει, καὶ οὐ ποιεῖ ἐν αὐτοῖς κοινωνίαν, ἐπειδὴ οὐδὲν εὐάρεστον τῷ θεῷ λογίζονται. ὥσπερ ἐὰν ὦσι πανδοχεῖα καὶ πορνεῖα καὶ τόποι, ὅπου ἀταξίαι γίνονται καὶ ἀσωτίαι· λοιπὸν οἱ θεοσεβεῖς παρερχόμενοι βδελύσσονται, καὶ βλέποντες οὐ βλέπουσιν· ὡς νεκρὰ γὰρ αὐτοῖς ἐστιν, οὕτω καὶ ὁ θεὸς ἐπὶ τοὺς ἀποστατήσαντας ἀπὸ τοῦ λόγου αὐτοῦ καὶ ἀπὸ τῆς ἐντολῆς ἐπιβλέπει μέν, ἀλλὰ παραβλέπει αὐτοὺς καὶ οὐ ποιεῖ ἐκεῖ κοινωνίαν οὔτε ἐπαναπαύεται εἰς τοὺς λογισμοὺς αὐτῶν ὁ κύριος. 20Ἐρώτησις:20 πῶς τις δύναται εἶναι πτωχὸς τῷ πνεύματι, μάλιστα ὅταν αἰσθανθῇ ἐν ἑαυτῷ, ὅτι μετετέθη καὶ προέκοψε καὶ ἦλθεν εἰς γνῶσιν καὶ σύνεσιν, ἣν τὸ πρότερον οὐκ εἶχεν; 20Ἀπόκρισις:20 ἕως οὗ ταῦτά τις κτᾶται καὶ προκόπτει, οὐκ ἔστι πτωχὸς τῷ πνεύματι, ἀλλ' οἴεται περὶ ἑαυτοῦ. ὅταν δὲ ἔλθῃ εἰς ταύτην τὴν σύνεσιν καὶ τὴν προκοπήν, αὐτὴ ἡ χάρις διδάσκει αὐτὸν εἶναι πτωχὸν τῷ πνεύματι. Ἐρώτησις: τί δέ ἐστιν ἑρμηνεία τοῦ εἶναι πτωχὸν τῷ πνεύματι; Ἀπόκρισις: τὸ ὄντα τινὰ δίκαιον καὶ ἐκλεκτὸν θεοῦ μὴ ἡγεῖσθαί τι ἑαυτὸν εἶναι, ἀλλ' ἔχειν τὴν ψυχὴν αὐτοῦ ἄτιμον καὶ ἐξουδενωμένην, ὡς μηδὲν εἰδότα ἢ ἔχοντα καίτοι εἰδότα καὶ ἔχοντα. τοῦτο δὲ ὡς φυσικὸν καὶ πηκτὸν γίνεται ἐν τῷ νοῒ τῶν ἀνθρώπων. οὐχ ὁρᾷς; ὁ προπάτωρ ἡμῶν Ἀβραὰμ ὢν ἐκλεκτὸς γῆν ἑαυτὸν καὶ σποδὸν ὠνόμαζε. καὶ ὁ ∆αβὶδ χρισθεὶς εἰς βασιλέα θεὸν εἶχε μεθ' ἑαυτοῦ, καὶ τί λέγει; «σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένωμα λαῶν». Οἱ οὖν θέλοντες τούτων εἶναι συγκληρονόμοι καὶ συμπολῖται τῆς πόλεως τῆς ἐπουρανίου καὶ συνδοξασθῆναι αὐτοῖς ταύτην ὀφείλουσιν ἔχειν τὴν ταπεινοφροσύνην καὶ μὴ οἴεσθαι ἐν ἑαυτοῖς εἶναί τι, ἀλλ' ἔχειν συντετριμμένην τὴν καρδίαν. εἰ γὰρ καὶ διαφόρως εἰς ἕκαστον τῶν Χριστιανῶν ἐνεργεῖ ἡ χάρις καὶ διάφορα ἔχει μέλη, ὅμως δὲ μιᾶς εἰσι πόλεως οἱ πάντες, ὁμόψυχοι, ὁμόγλωττοι, ἐπιγινώσκοντες ἀλλήλους. ὥσπερ μέλη πολλά ἐστιν ἐν σώματι, μία δὲ ψυχὴ ἐν πᾶσιν ἡ κινοῦσα ταῦτα, οὕτως ἓν πνεῦμα ἐνεργεῖ ἐν πᾶσι διαφόρως, μιᾶς δέ εἰσι πόλεως, μιᾶς γλώσσης, μιᾶς ὁδοῦ· πάντες γὰρ οἱ δίκαιοι τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν διώδευσαν διωκόμενοι, κακουχούμενοι, ὀνειδιζόμενοι, ἐν αἰγείοις δέρμασι ζῶντες,