κωλύειν τοῖς τοξεύμασιν ἐπειρῶντο τὴν τούτου πορείαν. Οἱ δὲ περὶ αὐτὸν γενναῖοι ὄντες, εἰ καὶ ὀλίγοι, ἀλλ' ὅμως ἐξώρμων κατὰ τῶν Τούρκων καὶ τὰς ἐκείνων ὁρμὰς ἀνέστελλον· δείσαντες δ' οἱ περὶ αὐτὸν μὴ τοῦ πλήθους τῶν Τούρκων φθάσαντος κυκλωθεῖεν ὁμοῦ καὶ ἁλῷεν, τὸν Χρυσόσκουλον πρὸς αὐτοὺς ἐκπεπόμφασιν. Ὁ δὲ ὁμιλήσας ἐκείνοις καὶ πείσας χρήματα λαβεῖν καὶ παλινοστῆσαι ἄδειαν τούτοις παρέσχεν ἐλθεῖν πρὸς τὴν Νίκαιαν. 3.17 Γενόμενοι δὲ περὶ τὰ ταύτης προάστεια ὁρῶσι λαὸν ὅτι πλεῖστον κατὰ φάλαγγας τεταγμένον· οὓς οἰηθέντες πολεμίους εἶναι καὶ κατ' αὐτῶν μέλλειν χωρεῖν, μικροῦ δεῖν ὑπὸ τοῦ δέους ἐπεπήγεσαν, ἀπογνόντες τὴν σωτηρίαν· τὸ γὰρ μάχεσθαι πρὸς τοσοῦτον πλῆθος ὀλίγους ὄντας ἀμήχανον τούτοις ἐδόκει, τό τε χωρεῖν εἰς τοὐπίσω καὶ λίαν ἦν ἐπικίνδυνον. Πέμψαντες τοίνυν ἀγγέλους ἠρώτων τίνες τε εἶεν καὶ ὅ τι βούλονται· οἱ δὲ μιᾷ φωνῇ βασιλέα τὸν Βοτανειάτην Ῥωμαίων εὐφήμουν· ὅπερ πυθόμενος ἐκεῖνος καὶ τοῦ δέους ἀπολυθεὶς εἴσεισιν εἰς τὴν Νίκαιαν, παραδόξως οὕτω διασωθείς. Ὁ γὰρ ξὺν αὐτῷ πρὸς ἀποστασίαν χωρήσαντες οὐ πλείους ἦσαν τριακοσίων ἀνδρῶν, οἵτινες ἅμα αὐτῷ διαβάντες μέσον παγίδων, πολλῶν δηλαδὴ τῶν ἐνεδρευόντων αὐτούς, ὑπὸ τῆς θείας προνοίας ἀσινεῖς διεσώθησαν, δεικνύοντος τοῦ Θεοῦ κἀνταῦθα ὡς, ἐκείνου διδόντος, φθόνος κατισχύει καί, μὴ διδόντος, μάταιος μὲν οὗτος, μάταια δὲ τῶν στρατευμάτων πλήθη καὶ λόχοι καὶ φάλαγγες ταττόμεναι ἄριστα, κενὰ δὲ δεινὰ στρατηγήματα καὶ βουλεύματα καὶ παντάπασιν ἄπρακτα. 3.18 ∆ιαδοθείσης οὖν τῆς τοῦ Βοτανειάτου παρουσίας τοῖς ἐν τῇ πόλει καὶ ὡς ἡ Νικαέων ὑπτίαις χερσὶν αὐτὸν ὑπεδέξατο, εὐθὺς ἐν λόγοις ἅπαντες ἦσαν καὶ σκέμμασιν οἵ τε τῆς συγκλήτου βουλῆς καὶ συχνοὶ τοῦ βήματος καὶ ἐσκόπουν ὅπως ἀποσκευάσονται τὸν κρατοῦντα, βασιλεύσουσι δὲ ἑαυτοῖς τὸν Βοτανειάτην· ἔφθησαν γὰρ πρὸς αὐτὸν οἱ πλεῖστοι λάθρᾳ διαπρεσβεύσασθαι καὶ χρυσοσημάντους γραφὰς ὑποδέξασθαι. Ἐβουλεύσαντο οὖν πρὸς τὸν περιώνυμον τοῦ Θεοῦ Σοφίας ναὸν ἀθροισθῆναι καὶ τοὺς περὶ αὐτοὺς καθοπλίσαι καὶ τοὺς δεσμώτας ἐξαγαγεῖν τῆς φρουρᾶς καὶ οὕτως ἐξαποστέλλειν πρὸς τοὺς ἐν τέλει τοὺς μὴ τοῦ σκέμματος κοινωνήσαντας καὶ τούτους καλεῖν πρὸς κοινοπραγίαν· κατάρχοντες δὲ τοῦ σκέμματος ἦσαν ὅ τε Αἰμυλιανός, ἀνὴρ πανοῦργος ὁμοῦ καὶ δραστήριος καὶ δῆμον πρὸς ἀταξίαν κινῆσαι εἴπερ τις ἄλλος καὶ δυνάμενος καὶ βουλόμενος, ξὺν τούτῳ δὲ καὶ συχνοὶ τῶν τῆς συγκλήτου βουλῆς. Ἔδοξεν οὖν αὐτοῖς πρὸ τοῦ ἔργου κοινωνὸν τοῦ σκέμματος λαβεῖν καὶ τὸν καίσαρα καὶ πέμπουσι πρὸς αὐτὸν τὸν Βαρὺν Μιχαήλ, ἄνδρα φρονήσει καὶ πείρᾳ πολλῶν διαφέροντα. Ἦν δὲ ὁ καῖσαρ τηνικαῦτα ἐνδιατρίβων πρὸς τὸν ἐν Βλαχέρναις ναόν· ἐν τούτῳ γὰρ ἔτυχε παρεῖναι καὶ αὐτὸν βασιλέα. Καὶ δὴ ἐντυχὼν ὁ βαρὺς αὐτῷ περὶ δείλην ὀψίαν ἀπήγγειλε τὰ τοῦ δράματος καὶ γραφήν τινα χρυσοσήμαντον ὑπεδείκνυ τούτῳ πεμφθεῖσαν παρὰ τοῦ Βοτανειάτου δωρεάς τε πλείστας καὶ τιμὰς ἐπαγγελλομένην τῷ καίσαρι. Ὁ δὲ τούτων ἀκούσας μηδὲ τὸ τυχὸν ἀναμείνας ἀντέφησε πρὸς τὸν ἄνδρα ὡς οὔτι ἑκὼν πρόοιτο ἂν τὸ τοῦ ἀνεψιοῦ καὶ βασιλέως συμφέρον καὶ χρὴ ..... τοῦτον ἀπιόντα πρὸς τὸν λογοθέτην ἐξέπεμπεν, ἀκοῦσαι τούτου κελεύων καὶ ἀκούσαντα πρὸς βασιλέα ἀνενεγκεῖν καὶ οἰκονομῆσαι τὰ δέοντα. 3.19 Ὁ δὲ ἀπιὼν τῶν περὶ αὐτὸν ἕνα καλέσας ἀπέστειλε πρὸς τοὺς συνωμότας, μηνύων αὐτοῖς ὡς, ἐπειδήπερ ἁλῴη, μὴ οἷός τε ὢν φέρειν μάστιγγας ἢ καὶ τὰς ἐκ βασάνων ποινάς, ἕτοιμός ἐστι φράζειν ἅπερ εἰδοίη. "Μελήσει δ' ὑμῖν, φησίν, ὀξέως βουλεύσασθαι περὶ τοῦ ξυμφέροντος". Ὁ μὲν οὖν ταῦτα εἰπὼν ἀπήγετο πρὸς τὸν λογοθέτην καὶ πάντα ἔφραζεν ὅσα ἠπίστατο· ὁ δὲ πρὸς τὸν κρατοῦντα πάντα ἀνέφερεν. Ἔτυχε δὲ τηνικαῦτα παρὼν καὶ ὁ Κομνηνὸς Ἀλέξιος καὶ γνώμην εἰσενεγκεῖν ἀπαιτούμενος βουλὴν ἀρίστην εἰσήνεγκε, φήσας ὡς χρὴ ταχέως στρατιώτας ἐκπέμπειν καὶ τοῦ σκέμματος ἄρχοντας ξυλλαμβάνειν. Ἐφαίνετο μὲν καὶ τῷ καίσαρι καὶ τῷ λογοθέτῃ ἀρίστη πασῶν ἡ βουλὴ αὕτη, τῷ δὲ κρατοῦντι οὐκ