οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω 20πειρασμῶν20 ἀνθρώ πους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστιν, ἐν ᾧ ὡς μὴ ἀγωνιζόμενος περὶ τοῦ μὴ ἁμαρτήσεσθαι καταπεφρό νηκε; πένεταί τις; εὐλαβείσθω, μή ποτε κλέψας ὀμόσῃ «τὸ ὄνομα τοῦ θεοῦ»· ἀλλὰ πλουτεῖ; μὴ καταφρονείτω· δύναται γὰρ «πλησθεὶς ψευδὴς» γενέσθαι καὶ ἐπαρθεὶς εἰπεῖν· «τίς με ὁρᾷ;» οὐδὲ Παῦλος γοῦν πλουτῶν «ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει» κινδύνου ἀπήλλα κται τοῦ ὡς ἐπὶ τούτοις ἐν τῷ ὑπεραίρεσθαι ἁμαρτάνειν, ἀλλὰ δεῖται σκόλοπος τοῦ σατανᾶ κολαφίζοντος αὐτὸν, «ἵνα μὴ» ὑπεραίρηται. κἂν συνειδῇ τις ἑαυτῷ τὰ κρείττονα καὶ ἀναπτερωθῇ ἀπὸ τῶν κακῶν, ἀναγινωσκέτω τὸ εἰρημένον ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ Ἐζεκίου, ὅστις πεπτωκέναι λέγεται «ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.» 29.6 εἰ δὲ, ἐπεὶ μὴ πλείονα περὶ τοῦ πένητος εἰρήκαμεν, καταφρο νεῖ τις, ὡς μὴ 20πειρασμοῦ20 τοῦ περὶ τῆς πενίας, ἴστω ὅτι ὁ ἐπιβου λεύων ἐπιβουλεύει ὑπὲρ «τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,» καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Σολομῶντα. «ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπει λήν.» τί δὲ δεῖ λέγειν, ὅσοι διὰ τὸν σωματικὸν πλοῦτον, μὴ καλῶς αὐτὸν οἰκονομήσαντες, τὴν μετὰ τοῦ ἐν τῷ εὐαγγελίῳ πλουσίου χώραν ἐν τῇ κολάσει εἰλήφασι, καὶ ὅσοι ἀγεννῶς τὴν πενίαν φέροντες, δου λοπρεπέστερον καὶ ταπεινότερον ἢ κατὰ τὰ ἐν τοῖς «ἁγίοις» πρέποντα ἀναστρεφόμενοι, τῆς ἐπουρανίου ἐλπίδος ἀποπεπτώκασιν; οὐδὲ οἱ μεταξὺ δὲ τούτων καθ' ἑκάτερον, πλοῦτον καὶ πενίαν, τοῦ κατὰ τὴν σύμμετρον κτῆσιν ἁμαρτάνειν πάντως εἰσὶν ἀπηλλαγμένοι. 29.7 ἀλλὰ ὑγιαίνων τῷ σώματι καὶ εὐεκτῶν ἔξω παντὸς 20πειρασ μοῦ20 κατ' αὐτὸ τὸ ὑγιαίνειν καὶ εὐεκτεῖν ὑπολαμβάνει τυγχάνειν· καὶ τίνων ἄλλων ἢ τῶν εὐεκτούντων καὶ ὑγιαινόντων ἐστὶν ἁμάρτημα τὸ φθείρειν «τὸν ναὸν τοῦ θεοῦ,» οὐ τολμήσει τις διὰ τὸ ἐκκεῖσθαι πᾶσι σαφῶς τὰ κατὰ τὸν τόπον εἰπεῖν. νοσῶν δὲ τίς τοὺς εἰς τὸ φθείρειν «τὸν ναὸν τοῦ θεοῦ» [τίς] ἐρεθισμοὺς ἐκπέφευγε, σχολάζων κατ' ἐκεῖνο καιροῦ καὶ πάνυ τι δεχόμενος τοὺς περὶ τῶν ἀκαθάρτων πραγμάτων λογισμούς; ἀλλ' ὅσα παρὰ τούτους ταράττει αὐτὸν, ἐὰν μὴ «πάσῃ φυλακῇ» τηρῇ τὴν «καρδίαν,» τί δεῖ καὶ λέγειν; πολλοὶ γὰρ ὑπὸ τῶν πόνων νικώμενοι καὶ ἀνδρείως νόσους φέρειν οὐκ ἐπισ τάμενοι μᾶλλον τὴν ψυχὴν ἠλέγχθησαν τότε νενοσηκότες ἢ τὰ σώ ματα· πολλοὶ δὲ καὶ διὰ τὸ φεύγειν τὴν ἀδοξίαν, ἐπαισχυνόμενοι τὸ Χριστοῦ εὐγενῶς ὄνομα φέρειν, εἰς αἰσχύνην αἰώνιον καταπεπ τώκασιν. 29.8 ἀλλ' οἴεταί τις ἀναπαύεσθαι ὡς μὴ πειραζόμενος, ὅτε δεδό ξασται παρὰ τοῖς ἀνθρώποις· καὶ πῶς οὐ χαλεπὸν τὸ «ἀπέχουσι τὸν μισθὸν» ἀπὸ «τῶν ἀνθρώπων,» ἀπαγγελλόμενον τοῖς ἐπαιρομένοις ὡς ἐπ' ἀγαθῷ τῇ παρὰ τοῖς πολλοῖς δόξῃ; πῶς δ' οὐκ ἐπιπληκτικὸν τὸ «πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ' ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;» καὶ τί με δεῖ καταλέγειν τὰ τῶν νομιζομένων εὐγενῶν ἐν ὑπερηφανίᾳ πταίσματα καὶ τῶν λεγομένων δυσγενῶν διὰ τὸ ἀνεπίστημον τὴν πρὸς τοὺς ὑπερέχειν νομιζομένους ὑπόπτωσιν θωπευτικὴν, ἀφιστᾶσαν θεοῦ τοὺς γνησίαν μὲν φιλίαν οὐκ ἔχοντας τὸ δὲ κάλλιστον τῶν ἐν ἀνθρώποις, τὴν ἀγάπην, ὑποκρινομένους; 29.9 πᾶς τοίνυν «ὁ βίος,» καθὼς προείρηται, τοῦ «ἀνθρώπου ἐπὶ τῆς γῆς» «ἐστι» «πειρατήριον»· διόπερ εὐχώμεθα 20ῥυσθῆναι20 πειρα τηρίου, οὐκ ἐν τῷ μὴ πειράζεσθαι (τοῦτο γὰρ ἀμήχανον, μάλιστα τοῖς «ἐπὶ γῆς») ἀλλὰ ἐν τῷ μὴ ἡττᾶσθαι πειραζομένους. τὸν δὲ ἡττώμενον ἐν τῷ πειράζεσθαι εἰσέρχεσθαι «εἰς» τὸν «0πειρασμὸν20,» ἐνεχόμενον τοῖς δικτύοις αὐτοῦ, ὑπολαμβάνω· εἰς ἅπερ δίκτυα διὰ τοὺς προκατειλημμένους ἐν αὐτοῖς εἰσελθὼν ὁ σωτὴρ, «ἐκκύπτων διὰ τῶν δικτύων» κατὰ τὸ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων εἰρημένον, «ἀποκρίνεται» τοῖς προκατειλημμένοις ὑπ' αὐτῶν καὶ εἰσελθοῦσιν «0εἰς» τὸν «πειρασμὸν20,» «καὶ λέγει» οὖσι νύμφῃ αὐτοῦ· «ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου.» προσθήσω δὲ εἰς τὸ πει ρασθῆναι