καθελόντων καὶ τὴν δίκην περαιωσάντων. <ΚΕΦΑΛΑΙΟΝ Ῑʹ> {Ο ∆ΙΑΚ.} Σύγγνωθί μοι, πάτερ, ὑπερβαίνει μέθην καὶ μανίαν καὶ παίγνιον τὰ τοιαῦτα. οἱ μὲν γὰρ μαινόμενοι καὶ μέθυσοι καὶ οἱ παῖδες, οἱ μὲν μετὰ τὴν νῆψιν, οἱ δὲ μετὰ τὴν πέψιν, οἱ δ' ἄλλοι μετὰ τὴν ἔννομον ἡλικίαν ἀρνοῦνται, ἐπαισχυνόμενοι τοῖς αἰσχρῶς ἢ ἀτάκτως γεγενημένοις ἢ λελεγμένοις· οὗτοι δὲ ἐν ἡλικίᾳ τελείᾳ καὶ δοκούσῃ νήψει δεδρακότες, οὐ μόνον οὐ μεταμελοῦνται ἐπὶ τοῖς πραχθεῖσιν, ἀλλ' ἔτι εὔχονται ἀσά λευτον καὶ βεβαίαν διαμεῖναι τὴν ἑαυτῶν κακοπραγίαν. οἱ γὰρ μὴ φρίξαντες Εὐαγγέλιον ἐπιθεῖναι ἐναγεῖ κεφαλῇ, εἰς ἣν γυναι κῶν αἱ ἀνήμεροι ἐπωρχήσαντο, τίσιν ἄλλοις συναριθμήσονται, ἢ τοῖς τὸν ἀκάνθινον στέφανον τῷ Υἱῷ τοῦ Θεοῦ περιθεῖσιν; αὐτὸς δὲ εἰ οἶσθα τὸν τρόπον τῆς καταστάσεως Πορφυρίου τοῦ Ἀντιοχέων, ἢ τοὺς καταστήσαντας, ἢ τὸν πάλαι τοῦ ἀνθρώπου βίον, εἰ ἄσημος ἢ ἐπίσημος, τά τε δόγματα, εἰ ἀληθῆ ἢ ψευδῆ, ἀπάγγειλον ἡμῖν· ἐπειδὴ μάλιστα καὶ γεγράφηκεν τῇ ἐκκλησίᾳ Ῥωμαίων, καὶ ἀντιγράφων οὐκ ἠξιώθη. {Ο ΕΠΙΣΚ.} Ὁ αὐτὸς ἔσται μοι λόγος τῆς ἀληθείας, οὐ γὰρ ἐπιλήσομαι τῆς τοῦ ∆εσπότου φωνῆς τῆς λεγούσης· "Περὶ παντὸς λόγου ἀργοῦ δώσουσι λόγον οἱ ἄνθρωποι ἐν ἡμέρᾳ κρίσεως." ἐγὼ δὲ προσπλέξας τολμηρῶς εἴποιμι· "Καὶ περὶ πάσης ἀργῆς ἀκοῆς." ὡς γοῦν καὶ σεαυτὸν ἀσφάλισαι, εἴ τι οὐ συνορᾷς με ἀληθεύειν, μὴ τῇ πολιᾷ μου ἡττώμενος, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει. τί γάρ μοι ἐκ τῶν σήμερον ἢ ἐκ τῶν χθὲς εἰρημένων ὄφελος ψευσαμένῳ, εἰς αἰῶνα ἐνώπιον τῆς ἀκριβοῦς δίκης καταισχυνομένῳ; πῶς δὲ ὑποίσω τὸν μυλικὸν λίθον τῆς καταλαλιᾶς ἐν τῷ τραχήλῳ τῆς διανοίας, εἰς τὸν βυθὸν τῆς γεέννης κατασπώμενος, ἐπὶ τοῖς διὰ τῶν ψευσμάτων 94 μου σκανδαλισθεῖσιν; Πορφύριος οὗτος ἐν μὲν τῇ ἐκκλησίᾳ ἐχρόνισεν καὶ διακονήσας καὶ ἱερατεύσας ἐν τῷ πρεσβυτερίῳ, τῶν μέντοι χρόνων ἀλλότριον τὸ ἦθος φέρων, εἰς οὐδὲν πνευμα τικὸν ἐχρησίμευσέ ποτε τῇ ἐκκλησίᾳ· τοῖς δὲ περιχωρίοις τῶν εὐλαβῶν ἐπισκόπων ἀεὶ ἀντιπράττων, ὡς ἅτε μεγίστης ὢν πόλεως, καὶ ἔχων τοὺς ἄρχοντας ἐπ' ἐξουσίας, τὸ πρᾶγμα ἐκαπήλευεν· ἐπιβουλεύων δὲ ταῖς σεμναῖς χειροτονίαις, ὑπεισ ήρχετο τῇ τῶν τρόπων δεινότητι τοὺς κατὰ καιρὸν ἐπισκόπους (ὡς ἂν εἴποι τις) καὶ ἄκοντας κατασπῶν ἐπὶ τὰς ἀνεμοφθόρους ἄγων χειροτονίας. δεινὸν γὰρ ἡ κολακεία, κατὰ τὸν κωμικὸν Μένανδρον, μετὰ δυστροπίας συγκεκλωσμένη, καθὼς λέγει· "Χαλεπόν, Παμφίλη, ἐλευθέρᾳ γυναικὶ πρὸς πόρνην μάχεσθαι. πλείονα οἶδεν, πλείονα κακουργεῖ, αἰσχύνεται οὐδένα, κολακεύει μᾶλλον"· κατὰ δὲ τὸν σοφὸν Σολομῶντα, "Λόγοι κερκώπων μαλακοί, αὐτοὶ δὲ τύπτουσιν εἰς ταμεῖα κοιλίας." σωφροσύνης μὲν γὰρ τῆς κατὰ τὰς σαρκικὰς ἡδονὰς οὐ μόνον ξένος, ἀλλὰ καὶ ἐχθρός, καθάπερ γὺψ μύρου, καθέστηκεν, ὡς κρατεῖν αὐτοῦ φήμην καὶ τῆς κατὰ Σόδομα κακομανίας. νόμων γὰρ καὶ μέτρων καὶ τειχῶν κειμένων παρὰ τῆς φύσεως ἐπὶ ταῖς ἡδοναῖς, ὥς φασιν οἱ πολλοί, πατήσας μὲν τὸ τεῖχος, συντρίψας δὲ τὸ μέτρον, ἐνυβρίσας δὲ τὸν νόμον, ταύτην ἀπεκύησε τὴν ὑπό ληψιν, τῶν γοήτων καὶ ἡνιόχων καὶ τῶν τὰ παλαιὰ δι' ἀσχήμου κινήσεως μετ' ἐκστροφῆς σκέλους δεικνυόντων προΐστασθαι καὶ συνεστιᾶσθαι. γόησι μὲν γὰρ συναγωνίζεσθαι καὶ φιλικῶς συμ βαλεῖν οὐ διετράπη, ὡς καὶ ἐν ὑπομνήμασι διαφόρων ἀρχόντων ἐμφέρεσθαι ἐγκλήματα, οὐκ <ἀνεγνωκὼς> τὸ γνωμικόν· "Ἃ μὴ δεῖ ποιεῖν, μηδ' ὑπονοοῦ ποιεῖν." [δι' ὃν καὶ ὁ μεσίτης πληγαῖς ἀνῃρέθη, καὶ ὁ εὑρὼν ἐξωρίσθη, καὶ ὁ γόης ἐφυγαδεύθη.] φασὶ δέ, πρὸς ταῖς προλαβούσαις κακοπραγίαις, μετὰ τὴν χειροτονίαν 95 τὰ κειμήλια χωνεύσας τοῖς ἄρχουσι προσαναλίσκει, ἵνα δόξῃ κρατεῖν οὐ λόγῳ, ἀλλὰ τυραννίδι, τῶν ἀθλίως αὐτῷ παραπεσόν των. τῇ γὰρ Ἰωάννου ἐξορίᾳ τῇ εἰς τὴν Ἀρμενίων συνήκμασεν ὁ θάνατος Φλαβιανοῦ τοῦ Ἀντιοχέων ἐπισκόπου. θεασάμενος ὁ Πορφύριος τήν τε ἀνδρωνῖτιν καὶ τὴν γυναικωνῖτιν πόθῳ ἐκκρεμαμένην τῷ τραχήλῳ Κωνσταντίου τοῦ πρεσβυτέρου, τοῦ ἐξ ἁπαλῶν ὀνύχων δουλεύσαντος τῇ ἐκκλησίᾳ ἀνδρός, ὡς λέγουσιν οἱ Κριταί,