1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

40

μεσοπολίῳ καὶ πρεσβύτῃ καὶ γέροντι πονηθέντων κατορθωμάτων; Τίς ἂν ἐκείνου τὸν ἱδρῶτα μετρήσειεν; Τίς δ' ἂν τὰς ἐν τοσούτῳ χρόνῳ γενομένας ἀριθμήσειε πάλας; Ποῖος δ' ἂν ἐφίκοιτο λόγος ἢ τῶν ὑπ' αὐτοῦ καταβληθέντων σπερμάτων ἢ τῶν συλλεγέν των δραγμάτων; Τίς οὕτως ὑψηλὸς τὴν διάνοιαν ὡς κατιδεῖν ἀκριβῶς τὴν ἐκ τῆς καλῆς ἐμπορίας συναθροισθεῖσαν περιουσίαν; Οἶδα τῶν ἐκείνου κατορθωμάτων τὸ πέλαγος καὶ διὰ τοῦτο πελάζειν τῇ τῆς διηγήσεως ἱστορίᾳ δειμαίνω ἵνα μὴ ὁ λόγος ὑποβρύχιος γένηται· οὗ εἵνεκεν παρὰ τὴν ἠϊόνα βαδιοῦμαι καὶ τὰ παρὰ τὴν ἤπειρον πρὸ τοῦ πελάγους θαυμάσομαί τε καὶ διηγήσομαι· τὸν δὲ βυθὸν καταλείψω τῷ κατὰ τὴν θείαν γραφὴν τὰ βαθέα ἐρευνῶντι καὶ τὰ ἀπόκρυφα γινώσκοντι. 9.2 Οὗτος τοίνυν ἐν Γαλατίᾳ τὸν πρῶτον ἤθλησε χρόνον· ἐκεῖθεν ἱστορίας εἵνεκεν τὴν Παλαιστίνην κατέλαβεν ἵνα τοὺς τὰ σωτηρία παθήματα δεξαμένους θεασάμενος τόπους ἐν αὐτοῖς τὸν σεσωκότα προσκυνήσῃ θεόν, οὐχ ὡς τόπῳ περιγραφόμενον-ἠπίστατο γὰρ αὐτοῦ τὸ τῆς φύσεως ἀπερίγραφον-, ἀλλ' ἵνα καὶ τοὺς ὀφθαλμοὺς ἑστιάσῃ τῇ θεωρίᾳ τῶν ποθουμένων καὶ μὴ μόνον τὸ τῆς ψυχῆς ὀπτικόν, δίχα τῆς ὄψεως, τῆς πνευματικῆς διὰ τῆς πίστεως ἀπολαύῃ τρυφῆς. Πεφύκασι γάρ πως οἱ φιλοστόργως περί τινα διακείμενοι οὐκ ἀπὸ τῆς θέας αὐτοῦ μόνης θυμηδίαν καρ ποῦσθαι ἀλλὰ καὶ τὴν οἰκίαν καὶ ἐσθήματα καὶ ὑποδήματα μετὰ πάσης θεωρεῖν εὐφροσύνης· τοῦτον ἔχουσα τὸν ἔρωτα περὶ τὸν νυμφίον ἡ ἐν τοῖς ᾄσμασι τῶν ᾀσμάτων φερομένη νύμφη βοᾷ λέγουσα· "Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν· ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα καὶ ἐκάθισα καὶ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου". Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ὁ θεῖος οὗτος πεποίηκεν ἄνθρωπος τὸν αὐτὸν μὲν περὶ τὸν νυμφίον δεξάμενος ἔρωτα, τοῖς δὲ τῆς νύμφης χρησάμενος ῥήμασι· "Τετρωμένος ἀγάπης ἐγώ". Ποθήσας δὲ καθάπερ τινὰ τοῦ νυμφίου θεωρῆσαι σκιὰν τοὺς ἅπασιν ἀνθρώποις τὰς σωτηρίους πηγὰς ἀναβλύσαντας ἀπῄει ὀψόμενος τόπους. 9.3 Ἀπολαύσας τοιγαροῦν ὧν ἐπόθησε κατήχθη μὲν εἰς τὴν Ἀντιόχειαν· θεασάμενος δὲ τῆς πόλεως τὸ φιλόθεον τῆς πατρίδος τὴν ξένην προείλετο, πολίτας ἡγούμενος οὐ τοὺς ὁμοφύλους καὶ συγγενεῖς, ἀλλὰ τοὺς ὁμογνώμονας καὶ τῆς πίστεως κοινωνοὺς καὶ τὸν αὐτὸν ἐφέλκοντας τῆς εὐσεβείας ζυγόν. Ταύτην δὲ τὴν διατριβὴν ἀγαπήσας οὐ σκηνὴν ἐξέτεινεν, οὐ καλύβην ἐπήξατο, οὐκ οἰκίσκον ἀνήγειρεν, ἀλλ' ἐν ἀλλοτρίῳ τάφῳ τὸν πάντα διετέλεσε χρόνον. Ὑπερῷον δὲ εἶχεν οὗτος καὶ δρύφακτόν τινα προβεβλημένον, ᾧ κλῖμαξ συνηρμοσμένη τοὺς ἀναβῆναι βουλομένους ἐδέχετο. Ἐν τούτῳ καθειργμένος ὅτι πλεῖστον διετέλεσε χρόνον ὕδατι μὲν ψυχρῷ χρώμενος, ἄρτον δὲ μόνον σιτούμενος καὶ τοῦτον οὐ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ μίαν μὲν ἄσιτος διαμένων, τῇ δὲ ὑστεραίᾳ τούτων αὐτῶν μεταλαγχάνων. 9.4 Ἐπεὶ δέ τις ἀφίκετο κορυβαντιῶν καὶ μεμηνὼς καὶ τῆς τοῦ πονηροῦ δαίμονος ἐνεργείας ἀνάπλεως, ἐκάθηρε μὲν αὐτὸν προσευξάμενος καὶ τῆς διαβολικῆς ἐκείνης ἠλευθέρωσε βακχείας. Ἀπιέναι δὲ μὴ βουλόμενον, ἀλλὰ τῆς θεραπείας ἐκείνης ἀντιδοῦναι τὴν διακονίαν καθικε τεύσαντα σύνοικον ἐποιήσατο. Οἶδα καὶ τοῦτον ἐγὼ καὶ τοῦ θαύματος μέμνημαι καὶ τὸν τῆς θεραπείας ἐθεασάμην μισθὸν καὶ τῆς περὶ ἐμοῦ γενομένης αὐτοῖς ἀκήκοα διαλέξεως. Ὁ μὲν γὰρ ∆ανιῆλος ἔλεγε-τοῦτο γὰρ ἦν αὐτῷ ὄνομα- ὡς τῆς καλῆς αὐτῷ ταύτης διακονίας κοινωνήσω κἀγώ· ὁ δὲ θεσπέσιος ἐκεῖνος ἀνὴρ οὐ συνωμολόγει τοῦτο γενέσθαι, τὸ περὶ ἐμὲ τῶν γεγεννηκότων λογιζόμενος φίλτρον. Πολλάκις δέ με τοῖς γόνασιν ἐπικαθίσας σταφυλῇ με καὶ ἄρτῳ διέθρεψε· πεῖραν γὰρ αὐτοῦ τῆς πνευματικῆς χάριτος ἡ μήτηρ δεξαμένη ἅπαξ με τῆς ἑβδομάδος