ἂν ἕκαστον δεήσῃ, καὶ τὴν οὕτω πολλὴν καὶ ἀμέτρητον δημιουργίαν οὐκ ἀνεπιστάτητον ἀποφήναντα, δι' ὧν εὖ ἔχει καὶ θαυμάζεται; Φησὶ γάρ· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. Ἐδόκει δὲ ταῦτα καὶ φρονεῖν καὶ λέγειν καὶ τοῖς αὐτοῦ γεγονόσι καθηγηταῖς· ἔφη τοίνυν Πλούταρχος περὶ αὐτῶν, ὡς ἤδη φθάσαντες εἴπομεν· Ἔλαβον δὲ ἐκ τούτων ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσιν, καὶ κατὰ τόπους τοὺς αὐτούς. 2.53 Οὐκοῦν οἱ μὲν πάλαι καὶ τῶν αὐτοῦ δογμάτων εὑρεταὶ γεγονότες οὐκ εἰς ἔννοιαν ἦλθον οὐρανοῦ τὸν ἡλίου δρόμον θαυμάσαντες, τεθεαμένοι δὲ καὶ τὴν ἄλλην ἅπασαν κτίσιν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ οὐκ ἐκμελῆ λαχοῦσαν τὴν κίνησιν· κατετεκμήραντο δὲ μᾶλλον τῆς τοῦ κρατοῦντος ἰσχύος, καὶ τὴν εὐκλεᾶ καὶ ὑπερηρμένην αὐτοῦ συνῆκαν ἀρχήν· ὁ δέ, πρὸς πᾶν τοὐναντίον, καὶ τὴν ἐπ' αὐτῷ δὲ τούτῳ μεθίστησι δόξαν, οὐδὲν ὑπομείνας τῶν ἀτάκτων, λέγων, ὁ οὐρανὸς ἐμμελῆ ποιεῖται τὴν τάξιν. Εἶτα τίς ὁ τάξιν αὐτῷ καὶ τὴν ἐμμελῆ κίνησιν ὁρισάμενος; Τίς ὁ τοῖς τῆς σελήνης φωτισμοῖς τοὺς ἑκάστῳ πρέποντας ἀπονείμας καιρούς; Τίς ὁ μέτροις ὑποθεὶς τὸν ἡλίου δρόμον; Ἆρ' οὖν οὐχ εἷς ἁπάντων ὁ ταξίαρχος, ὡς ἔφην; Τί οὖν ἀποφέρεις τῶν ἀληθεστέρων ἐννοιῶν οὐκ εἰς θεοπτίαν κελεύων τοὺς ταῦτα θαυμάζοντας, ἀλλ' εἴς γε μόνον τὸ εἰδέναι τὸν οὐρανὸν ὅτι τε εἴη Θεός, ἀλλοιώσεώς τε καὶ τρόπων ἐκτὸς ἱστάμενος καὶ μεταβολῆς ἁπάσης, καθαρεύων δὲ καὶ φθορᾶς καὶ γενέσεως, ἀθάνατός τε ὑπάρχων φύσει καὶ ἀνώλεθρος. Πῶς, εἰπέ μοι, τροπῆς τε καὶ ἀλλοιώσεως καὶ μεταβολῆς ἀμοιρῆσαι φῂς τὸν γενητὸν οὐρανόν; Εἰ γὰρ γέγονεν ὅλως, καὶ κεκίνηται, τροπὴ δὲ τοῦτο καὶ μετάστασις, προανακειμένου καθάπερ ἐν τάξει στερήσεως τοῦ μὴ εἶναί ποτε. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος τὸ γεγονός, ἀλλοίωσις καὶ τροπὴ νοοῖτ' ἂν αὐτῷ τὸ κεκλῆσθαι πρὸς γένεσιν, τὸ δὲ ὅτι γέγονεν ὡμολογημένον, πῶς ἂν ἔξω γεγονὸς εἴη φθορᾶς; 2.54 Πῶς δὲ καὶ ἀθάνατον φύσει τὸ γενέσει καὶ φθορᾷ τυραννούμενον; Πῶς δὲ καὶ ἀΐδιον τὸ ἐν χρόνῳ παρενεχθέν; Καίτοι φησὶν ἐναργῶς ὁ Πλάτων ὅτι χρόνος γέγονε μετ' οὐρανοῦ, ἵνα ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄνπερ ἄρα λύσις αὐτῶν γίνηται. Πῶς οὖν τὸ λυόμενον ἀθάνατον φύσει; Πῶς δὲ καὶ ἀνώλεθρον τὸ ἐν μόνῃ θελήσει τοῦ ∆ημιουργοῦ λαχὸν τὸ μὴ φθείρεσθαι; Οὐ γάρ τοι φύσις ἐν τούτοις τὸ ἀκράδαντον ἔχει, οὔτε μὴν τὸ ἐνηρεῖσθαι καλῶς ἐν οἷς ἕκαστον εἶναι πέφυκεν ἴδιον αὐτοῖς· ἐπικουρεῖται δὲ μᾶλλον πρὸς τοῦτο τοῖς τοῦ διακρατοῦντος νεύμασιν. Εἶτά φησιν ὅτι παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ φέρεται κύκλῳ περὶ τὸν μέγαν ∆ημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ Θεοῦ τὴν κίνησιν ἔχει, ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα. Ἀλλ', ὦ πανάριστε φαίην ἄν ὁ ἀγένητος κατὰ σέ, καὶ ἄφθαρτος καὶ ἀνώλεθρος, ὁ ἄτρεπτός τε καὶ ἀναλλοίωτος οὐρανός, ὁ πάσης καθαρεύων κηλίδος, ὃν δὴ φῂς καὶ ἀΐδιον, παρὰ ποίας κρείττονος ἢ θειοτέρας διοικεῖται ψυχῆς; Τί τὸ ἄμεινον ἐν αὐτῇ παρ' ἐκεῖνον, μᾶλλον δὲ τοῦ δημιουργήσαντος Θεοῦ; Τί τὸ μέγα καὶ ἐξαίρετον, ἐννοεῖν οὐκ ἔχω. Οἶμαι γὰρ ἔγωγε τῆς ἀνωτάτω δόξης τὴν ἀπόρρητον τοῦ Θεοῦ μεμεστῶσθαι φύσιν. Εἰ δὴ λέγοιτο πρὸς ἡμῶν ἄφθαρτός τε εἶναι καὶ ἀνώλεθρος, ἀλλοιώσεως ἐπέκεινα καὶ τροπῆς, ἀγένητος, ἀΐδιος, κηλίδος ἁπάσης ἀπηλλαγμένη, τὸ παντέλειον ἔχουσα καὶ παντὸς ὁτουοῦν ἀπροσδεής, εἶτα τί τετήρηκας αὐτῇ, τοῖς οὕτω λαμπροῖς καὶ ὑπερφερέσιν ἀξιώμασι τὴν τῶν ποιημάτων κατασεμνύνων φύσιν; 2.55 Ἀλλ' Ἑβραῖοι, φησί, τὰ περὶ οὐρανοῦ δοξάζοντες, θρόνον αὐτὸν εἶναί φασι