41
ἐξελέγετο ταῦτα ἐκ τρόπων οὐκ εὐαγῶν καὶ χάριτας ᾔδει τοῖς προφάσεις αὐτῷ τοῦ ἀργυρολογεῖν ἐφευρίσκουσι. καὶ οὐχ ὁ μὲν οὕτω διέκειτο, ἡ δὲ βασιλὶς ἠλαττοῦτο κατά τι τοῦ αὐτοκράτορος ἢ πρὸς ἐξουσίαν ἢ πρὸς χρημάτων κτῆσιν ἐκ τρόπου παντός. ἠδύνατο μὲν γὰρ πολλῷ τῷ μέσῳ τοῦ ξυνευνέτου ἐπέκεινα, ἦν δὲ καὶ ποριμωτάτη πρὸς εὕρεσιν καινοτέρων καὶ πολυτρόπων ἐπινοιῶν. ἐντεῦθεν τοῖς ὑπηκόοις διχόθεν αἱ συμφοραί· οἵ τε γὰρ ἐτήσιοι δασμοὶ ἐπὶ μεῖζον ἐξῄροντο καὶ καινοὶ προσεπινενόηντο. καὶ οἱ μὲν ὡς μὴ περὶ τὴν εἰς τὸ θεῖον δόξαν ὀρθῶς διακείμενοι, οἱ δὲ ὡς ἀκολάστως βιοῦντες ἐκολάζοντο καὶ τὰς περιουσίας ἀφῄρηντο, οἱ δὲ διὰ τὰς πρὸς ἀλλήλους διαφοράς, καὶ ἄλλοι ἐξ ἄλλων τρόπων καὶ ἕτεροι ἐξ ἑτέρων. πάντας γὰρ ἀπαριθμεῖν μακρᾶς ἂν δέοιτο συγγραφῆς. Κατὰ δὲ τὸ πέμπτον ἔτος τῆς βασιλείας αὐτοῦ ἀστέρος 153 ὤφθη φαῦσις κομήτου, ὃς λαμπαδίας ὠνόμασται, ὡς ἄνω τὰς ἀκτῖνας ἱείς, ὃς ἐφ' ἡμέρας εἴκοσι φαίνων διήρκεσεν. ἔθετο δὲ καὶ πρὸς τοὺς Πέρσας σπονδάς. καὶ τὰ μὲν κατὰ τὴν ἑῴαν εἰρήνευον, τὴν δὲ πόλιν κατέτρυχον ἐμφύλιοι πόλεμοι, καὶ τὸ κάλλος αὐτῆς καὶ τὴν ἀγλαΐαν, ὅση περιελέλειπτο ἀπὸ τοῦ ἐν τῇ βασιλείᾳ τοῦ Λέοντος γεγονότος ἐμπρησμοῦ, διεφθάρκασι. μίσους γὰρ ἐμφύντος τοῖς δήμοις κατὰ τοῦ αὐτοκράτορος καὶ τῆς βασιλίσσης δι' ἅπερ εἴρηται, ὡμονόησαν ἄμφω τὰ μέρη, τό τε Βένετον καὶ τὸ Πράσινον, καίτοι ἀεὶ ἀλλήλοις ἐναντιούμενα, καὶ στάσεως ἤρξαντο. ὁ δέ γε κρατῶν μοῖράν τινα βαρβάρων τῶν καλουμένων Αἰλούρων αὐτοῖς ἐπαφεὶς στῆσαι τὴν στάσιν οὕτως ἐπικεχείρηκεν. ἡ δ' ἀνῆπτο μᾶλλον· μάχης γὰρ συρραγείσης μέσον τῶν δήμων καὶ τῶν βαρβάρων κατὰ τὸ λεγόμενον Μίλιον, καὶ πιπτόντων πολλῶν ἑκατέρωθεν, οἱ τῆς ἐκκλησίας καταπαῦσαι τὴν στάσιν καὶ τὸν πόλεμον σπεύδοντες τὰς παναγεῖς τῶν θείων εὐαγγελίων βίβλους ἀράμενοι καὶ τοῦ σωτῆρος ἡμῶν σεβάσμια ἐκτυπώματα εἰς μέσους τοὺς μαχομένους συνώθησαν ἑαυτούς, οἰόμενοι αἰδεσθέντας ἐκείνους τὰ ἅγια καταθέσθαι τὰ ὅπλα καὶ ἀποσχέσθαι τοῦ μάχεσθαι· ἀλλ' 154 οἱ βάρβαροι τῶν ἁγίων φροντίσαντες οὐδ' ὁπωστιοῦν τούς τε δήμους συνέκοπτον καὶ οὐδὲ τῶν ἱερῶν ἢ τῶν ταῦτα φερόντων ἐφείδοντο. τοῦτο τοῖς τῆς πόλεως εἰς ἐρεθισμὸν τῆς στάσεως γέγονε, καὶ ὥσπερ αὐτῷ τῷ θείῳ ἀμύνοντες εἰς ἀπόνοιαν ἐξήφθησαν πλείονα, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐκ τῶν ὑπερῴων ἐμάχοντο, λίθοις καὶ κεράμοις καὶ παντὶ τῷ προστυχόντι βάλλουσαι ἄνωθεν τὴν βάρβαρον ἐκείνην πληθύν. οἱ δὲ μανίᾳ ληφθέντες καὶ ἀμύνασθαι τὰ γύναια θέλοντες, πῦρ ἐνιᾶσι τοῖς οἴκοις, ἐξ ὧνπερ ἐβάλλοντο. πνεύματος δὲ σφοδροῦ πνέοντος τηνικαῦτα, ἡ φλὸξ ἦρτο ταχέως ἀέριος καὶ πολλὰς μεγίστας τε καὶ καλλίστας οἰκοδομὰς κατῃθάλωσε καὶ ἀγάλματα κατέφλεξεν ἀρχαίων ἀνδρῶν ἐπισήμων ἐπὶ σοφίᾳ καὶ ἐπ' ἀνδρείᾳ καὶ τοῖς διὰ χειρῶν καὶ συνετῶν βουλευμάτων ἀνδραγαθήμασι, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ θεῖον τέμενος τοῦ μεγάλου ναοῦ, ὃν βασιλεὺς Κωνστάντιος ἐδομήσατο, καὶ τὸ τῆς ἁγίας Εἰρήνης, καὶ τὸν τοῦ Εὐβούλου ξενῶνα καὶ τὴν τοῦ Παλατίου Χαλκόστεγον, ἥτις ἦν ἡ νῦν καλουμένη Χαλκῆ, καὶ εἱρκτὴν χρηματίζουσαν καὶ τὸ τοῦ Σευήρου λουτρὸν τὸ λεγόμενον Ζεύξιππον καὶ ἄλλα πολλὰ κόσμον καὶ θαῦμα τῇ πόλει καὶ τῇ βασιλείᾳ 155 περιποιούμενα. τότε τοίνυν ὁ βασιλεὺς ἑτέρως καταστορέσαι τὴν στάσιν διανενόητο· καὶ ἀνελθὼν εἰς τὸ θέατρον διαλεχθῆναι τοῖς δήμοις βεβούλευτο, καὶ πέμψας ἐκεῖ τὸ δημοτικὸν μετεστέλλετο. τὸ δ' οὐκ ἠνείχετο προσελθεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρεκελεύοντο φυλάξασθαι τὸ ἱππήλατον θέατρον, ἵνα μὴ ὡς ἐν εἱρκτῇ συγκλεισθεῖεν αὐτῷ καὶ τοῦ θυμοῦ τῶν κρατούντων γέγονε παρανάλωμα. ἐντεῦθεν εἰς τὴν ἀγορὰν διαθέοντες, ἕτερον βασιλέα ἑαυτοῖς ἐβουλεύσαντο προχειρίσασθαι καί τινα συγγενῆ τοῦ βασιλέως Ἀναστασίου περισχόντες Ὑπάτιον, πῇ μὲν ἄκοντα, πῇ δέ γε καὶ πεπεισμένον, εἰς τὸν τοῦ μεγάλου Κωνσταντίνου Φόρον ἀπάγουσι, καὶ ἐπὶ ἀσπίδος αὐτὸν μετάρσιον ἄραντες ἀναγορεύουσι βασιλέα καὶ τὸ τῶν ἵππων ἐκεῖθεν ἁμιλλητήριον