ἤρεσκεν· ἤδη γὰρ ὀψίας οὔσης τῆς ὥρας, ἐδόκει θόρυβόν τε καὶ ταραχὴν γενέσθαι τῇ πόλει τινά, ἢν ἁλῷέν τινες. Τῆς γοῦν προνοίας σφηλάσης τὴν τοῦ κρατοῦντος γνώμην καὶ εἰς τὴν αὔριον τηρησάσης τὰ τῆς τούτων ζωγρή σεως, ἅπαντες ὄρθρου βαθέος ἐν τῷ ναῷ τῆς τοῦ Θεοῦ Σοφίας συναθροισθέντες τάς τε φρουρὰς τὰς ἐν τῇ πόλει ἀνοίξαντες καὶ τοὺς καταδίκους ὁπλίσαντες, πρὸς δὲ καὶ ὅσον εἶχεν ἕκαστος θεραπευτικὸν καὶ οἰκετικόν, ἐξέπεμπον πρὸς τοὺς τῶν ἐν τέλει μὴ μετασχόντας αὐτῶν τοῦ βουλεύματος καὶ ἐμπιπρᾶν τὰς οἰκίας ἠπείλουν, εἰ μὴ πρὸς αὐτοὺς παραγένοιντο καὶ τοῦ σκέμματος κοινωνήσειαν. Γράμμασι δὲ στελλομένους ἐφοδιάζοντες ἐπέγραφον οὕτως· "Οἱ ἁγιώτατοι πατριάρχαι, ἡ σύνοδος καὶ ἡ σύγκλητος συγκαλοῦσιν ὑμᾶς περὶ τὸν περιώνυμον ναὸν τῆς τοῦ Θεοῦ Σοφίας." Καὶ οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες συνέτρεχον. 3.20 Ἀγγελθέντων δὲ τούτων τῷ βασιλεῖ, ὁ Κομνηνὸς Ἀλέξιος μετεπέμπετο καὶ ὁ βασιλεὺς ἐπυνθάνετο τούτου ὅ τι χρὴ πράττειν ἐπὶ τοῖς ξυμβᾶσιν. Ὁ δὲ βουλὴν εἰσῆγε μάλα μὲν ἀρίστην, μάλα δὲ λυσιτελεστάτην· ἔφησε γὰρ ὡς τοῦ συναθροισθέντος πλήθους τὸ πλεῖστον ἀπόλεμόν τέ ἐστι καὶ βάναυσον καὶ οὐκ ἂν ὑποσταῖεν καθωπλισμένους ἄνδρας ἰδόντες καὶ πρὸς μάχην ἑτοίμους· "Χρὴ γοῦν πελεκηφόρους καθοπλίσαντας βασιλέων φύλακας κατ' ἐκείνων ἐπιπέμπειν σὺν στρατηγῷ". Ὁ δὲ κρατῶν τῶν λεχθέντων ἀκούσας τὴν βουλὴν ἀπεστρέφετο, εἴτε δειλίᾳ συσχεθείς, εἴτε ἀρετῆς ὑπερβολῇ ἀνωτέρω τῶν ξυμπιπτόντων ἤδη τούτῳ παθῶν γενόμενος, οὐκ ἐπίσταμαι. Τέως γοῦν ἐνὸν καταλῦσαι τὴν στάσιν καὶ κατασβέσαι τὸ πῦρ πρὸ τοῦ εἰς μεγίστην ἀναφθῆναι φλόγα· ὁ δὲ οὐκ ἠθέλησεν. 3.21 Ἀλλ' ὁ Κομνηνὸς καὶ αὖθις ἠνάγκαζεν αὐτὸν πρὸς τὴν πρᾶξιν καὶ παντοίως ἠρέθιζεν, ἕως ἀκήκοεν ἀποσκώψαντος κατ' αὐτοῦ εἰς ὡμότητα. Τέλος ἔλεξε τάδε πρὸς αὐτὸν ὁ κρατῶν· "Ἐμοὶ πάλαι σκοπὸς ἦν τὴν βασιλείαν ἀποσκευάσασθαι· ὃ γοῦν ἑκὼν ἐμελέτων, ἐπείπερ ἡ πρόνοια καὶ ἄκοντος ἐμοῦ ἐψηφίσατο, ἀσμένως προσίεμαι· σὺ δέ, ἢν βούλοιο, τὸν ἐμὸν ἀδελφὸν Κωνστάντιον βασιλέα κατάστησον ἀντ' ἐμοῦ". Ταῦθ' ὁ μὲν εἶπεν, ὁ δὲ γραφῇ πιστώσασθαι τὰ λεχθέντα ἐζήτει καὶ εὐθὺς τὸ γράμμα ἐσχεδιάζετο σημασίᾳ, καὶ ὁ μὲν κρατῶν αὐτίκα πρὸς τὸν ἐν Βλαχέρναις ἐξώρμα ναὸν τῆς Θεομήτορος, ὁ δὲ Κομνηνὸς τὸ γράμμα λαβὼν ἀπῄει πρὸς τὸν Κωνστάντιον καὶ ἕπεσθαί οἱ παρεκάλει πρὸς τὰ βασίλεια τὴν βασιλείαν παραληψόμενον. Ὁ δὲ ταύτην ἀπεσκευάζετο, νεότητος λογισμοῖς ὑποσκάζων καὶ οἰόμενος ὡς ἐσεῖται τούτῳ καλῶς πάντα εἰ τῶν σκήπτρων ἐγκρατὴς ὁ Βοτανειάτης γένοιτο, καὶ ἠξίου τὸν πρὸ τοῦ Πόντου πορθμὸν διαπεράσαντα πρὸς τὸν Βοτανειάτην φοιτῆσαι· Ἀλλ' οὗτοι μὲν οὕτω. 3.22 Ὁ δὲ Βοτανειάτης τὴν ἐν τῇ πόλει στάσιν μαθών, ἀπάρας ἐκ τῆς Νικαέων, ἠπείγετο πρὸς τὴν μεγαλόπολιν καὶ τῇ Πραινέτῳ γενόμενος ἐξέπεμπε τοὺς τὰ βασίλεια παραληψομένους, ἀρχηγὸν ἔχοντας ἕνα τῶν πιστοτάτων αὐτῷ οἰκετῶν, ᾧ Βορίλλιος ἦν ὄνομα. Μετ' ὀλίγον δὲ καὶ αὐτὸς πρὸς τὴν πόλιν ἠπείγετο. Φθάσας οὖν ἐν τοῖς τῶν Ῥουφινιανῶν παλατίοις ἔμενε, τὸν βασιλικὸν ἐκδεχόμενος δρόμωνα καὶ τὴν ἄλλην παρασκευήν. Ἀφικέσθην δὲ πρὸς αὐτὸν ἄμφω, ὅ τε πορφυρογέννητος Κωνστάντιος καὶ ὁ Κομνηνὸς Ἀλέξιος, ὁ μὲν πρὸ τῆς πείρας ἀγνοήσας τὰ τούτῳ ἑπόμενα, ὁ δὲ καὶ προγνοὺς καὶ προαγγείλας πάντα πρὸ τῆς ἐκβάσεως. Οὗτος μὲν οὖν, μήτε δεξιὰν δόντος αὐτῷ τοῦ βασιλέως, μήτε ἀσπασαμένου, τοιούτων ἤρχετο λόγων πρὸς τὸν ἤδη κρατοῦντα· "Οἶδας, ὦ ἄριστε βασιλεῦ, ὡς ὁ πορφυρογέννητος οὗτος, ἐγκρατοῦς ὄντος τῆς βασιλείας τούτου τοῦ ὁμαίμονος, οὐδέν τι πέπονθεν ὑπ' ἐκείνου χρηστόν, ἀλλ' ὡς ἐν εἱρκτῇ καθειργμένος ζοφώδει διῆγε τὸν ἅπαντα βίον. Νῦν οὖν ἐλπίδας ἔχει χρηστάς, ὅτι περ αὐτῷ τὰ τοῦ ζόφου διαλυθήσεται καὶ φῶς ὄψεται καθαρώτατον, τῆς σῆς βασιλείας τυχὼν εὐμενοῦς καὶ πατρικῶς αὐτοῦ κηδομένης". 3.23 Τοῦ δὲ συγκαταθεμένου τῶν ὑπὲρ αὐτοῦ λόγων αὖθις ἤρχετο· "Οἶδας, ὦ βασιλεῦ, λέγων, ὡς εὔνους τῷ πρὸ σοῦ