"ἀμφοτεροδεξίου" (καὶ ἡ νομιζομένη γὰρ αὐτοῦ ἀριστερὰ τῆς ἄλλων δεξιᾶς ἀμείνων ὑπῆρχεν)· ὃς τὰ μὲν πρῶτα ἐν ἐπιστολαῖς ὑπηρετήσας, ἄμεμπτος ἀπὸ κέρδους αἰσχροῦ καὶ δώρων εὑρέθη· μετέπειτα δὲ ἐπὶ τὸν ἀναγνώστην καὶ διάκονον φθάσας, ἀκόπως ἐκράτησεν τῆς ἐν ἀνθρώποις βασιλευούσης τῶν γυναικῶν ἡδονῆς, ὡς λέγει ὁ παροιμιαστής· "Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς." τὸ μὲν γὰρ κρατεῖν ἔστιν ἴσως καὶ τῶν ἐπὶ πλεῖστον φαύλων ἢ φόβῳ ἢ αἰσχύνῃ τὴν διὰ σώματος ἐνέργειαν κωλυόντων μετὰ πολλῆς τῆς ἀνάγκης, τῷ δὲ ἔρωτι τῶν ἄνω μὴ ἡττηθῆναι τοῖς κάτω μόνον ἐστὶ τῶν φιλο θέων, οὓς καὶ "ἐκλεκτοὺς" ὠνόμασεν ἡ Γραφή, τό, "Χεὶρ ἐκ λεκτῶν κρατήσει εὐχερῶς," εἰποῦσα. πραῢς μὲν γάρ ἐστιν, εἰ καί τις ἄλλος, ἀσκητής, διορατικός, ὀξὺς συνιδεῖν, βραδὺς εἰς κόλασιν, σύνους, τὸ σκεπτικὸν ἀεὶ αἰνιττόμενος, ἐλεήμων, ἀφιλ άργυρος, δίκαιος εἰς τὰς κρίσεις, μακρόθυμος εἰς τὰς ὕβρεις, εὔτονος εἰς τὸ πεῖσαι, παρατείνας πολλάκις νήστης ἕως ἑσπέρας, ἵν' ἐλευθερώσῃ καταπονουμένους, σεμνὸς ἰδεῖν, δριμὺς τὸ βλέμμα, ὀξὺς τὸ βάδισμα, ἄγαμος, ὡς εἰκός, ἄνθος μειδιῶν ἐπὶ προσώπου σώζων καὶ ἐν αὐταῖς ταῖς νόσοις. τοῦτον οὖν τὸν τοιοῦτον παρασκευάζει διὰ χρημάτων φυγαδευθῆναι τῷ τρόπῳ τούτῳ· ἀποστείλας εἰς τὸ στρατόπεδον πρὸς τοὺς κρατοῦντας τῶν ἐπι σκόπων ποιεῖ αὐτὸν ἀπὸ γράμματος βασιλικοῦ εἰς Ὄασιν 96 ἐξορισθῆναι ὡς ἀναστάτην τῶν δήμων. ὃς ἐξαυτῆς γνοὺς διασώ ζεται παρὰ τῶν φίλων ἐπὶ τὴν Κύπρον. αὐτὸς δὲ ὁ Πορφύριος τοὺς περὶ Κυριακὸν καὶ ∆ιόφαντον τοὺς πρεσβυτέρους καὶ λοιποὺς κληρικοὺς ὑπὸ τὴν τάξιν ποιήσας, ἐπιτηρεῖ καιρόν, ἐν ᾧ πᾶσα ἡ πόλις μεθωρμίζετο ἐν τοῖς τῆς πόλεως προαστείοις, ἔχων παρ' ἑαυτῷ τοὺς περὶ Ἀκάκιον καὶ Σευηριανὸν καὶ Ἀντίοχον κεκρυμμένους, μιᾶς τῶν παρὰ τοῖς ἔθνεσιν ἐπισήμων ἑορτῶν διὰ τετραετίας ἐπιτελουμένων τῶν Ἡρακλείων ἄθλων, Ὀλυμπίων καλουμένων, ἐν ᾗ- ὡς εἰπεῖν-καὶ γυναικῶν αἱ νομάδες σὺν τοῖς δήμοις ἐκριπίζονται ἐπὶ τὴν ∆άφνην ἐπὶ θέᾳ τῶν ἀγωνιζομένων. ἐπεισπηδήσας τῇ ἐκκλησίᾳ μετὰ τῶν προει ρημένων ἐπισκόπων καὶ κληρικῶν ὀλίγων χειροτονεῖται λάθρᾳ, θυρῶν κεκλεισμένων, μετὰ πολλῆς τῆς σπουδῆς, ὡς μηδὲ τὴν εὐχὴν αὐτοὺς φθάσαι ἐπιτελέσαι, φόβῳ τοῦ καταληφθῆναι (τοιοῦτον γὰρ ἡ μοιχεία, τὰ σπούρια καὶ γεννῶσα καὶ δρῶσα). οἱ δὲ περὶ Σευηριανὸν "λαβόντες τὸ ἱκανὸν" δι' ὀρέων καὶ ἀνοδιῶν ἔφυγον, τὸν ἀνθρώπινον διαδράσαντες φόβον, τῷ δὲ θείῳ, ὃν ἠγνόησαν, περιπαρέντες. λυθέντος δὲ τοῦ δημοτικοῦ θεάτρου καὶ τῶν δήμων εἰσελθόντων εἰς τὴν πόλιν, ἠγγέλθη αὐτοῖς τὸ κατὰ τὸν Πορφύριον πάθος καὶ τὸ κατὰ Ἀκάκιον δρᾶμα. διακαρτερήσαντες οὖν τὴν ἑσπέραν ἐκείνην ἐπὶ τὴν αὔριον, ὡς ἐπὶ μοιχείᾳ πληγέντες, διαναστάντες συνέῤῥευσαν πάντες μετὰ πυρὸς καὶ φρυγάνων, συναφανίσαι τὸν Πορφύριον τοῖς δωματίοις βουληθέντες. ὁ δὲ Πορφύριος οὐκ ἀγνοῶν ὃ μεμίσηται μῖσος, καταλείψας τὸν Θεόν, καταφεύγει ἐπὶ τὸν στρατοπεδάρχην καὶ πληρώσας αὐτοῦ τὰς χεῖρας ἀντιστρα 97 τεύει τοῖς ἀκροαταῖς τοῦ Σωτῆρος, ἀποστρέψας τῶν Ἰσαυρικῶν πολέμων. καὶ οἱ μὲν λῃστρικώτατοι Ἴσαυροι Ῥωσὸν καὶ Σελεύκειαν ἐπόρθουν, Πορφύριος δὲ καὶ Οὐαλεντῖνος ὁ κόμης μετὰ τῶν ὁπλιτῶν τὴν ἐκκλησίαν τῶν ὀρθοδόξων ἐλεηλάτουν, τὸ φρικωδέστατον τοῦ σταυροῦ σημεῖον, ὃ ἀντὶ διδασκάλου ἐπ' ὤμων φέροντες ἐπὶ τῆς ἀσπόρου ἐλιτάνευον, τοῖς ἑαυτῶν ποσὶ συμπατήσαντες. διαγενομένων δὲ ἡμερῶν, ἀποστέλλει ἐν τῷ στρατοπέδῳ σπουδαίως καὶ παρασκευάζει πρὸς τοῖς τοιούτοις ἄρχουσιν ἴδιόν τινα ὠμογέροντα, δύστροπον, σκολιόν, χειροτο νηθῆναι νυκτέπαρχον, ἵνα ἐπ' ἀδείας ἔχων τοῦ συκοφαντεῖν τοὺς σπουδαίους χειρώσηται τὴν πόλιν, Νέρωνος τοῦ θεομάχου ἀπομιμούμενος τοὺς τρόπους. οὐ γὰρ πάρεστιν αὐτῷ τὸ λόγῳ πείθειν, ἀλλὰ ἀλογίᾳ καὶ δυσμενείᾳ θλίβειν, οὐκ ἔχοντι σκοπὸν ἀρέσαι Θεῷ, πλανωμένας προσάγοντι ψυχάς, ἀλλ' ἐμπλῆσαι ὀφιώδη γαστέρα ἐπὶ τῷ στήθει βαδίζουσαν. εἰσὶν οὖν καὶ ἄκοντες οἱ λαοὶ τῷ μὲν δοκεῖν συναγόμενοι φόβῳ τῶν αἰκισμῶν ἐν τῇ ἐκκλησίᾳ, τῇ δὲ ἀληθείᾳ