1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

41

ἑκάστης τρυγᾶν ἐκείνην τὴν εὐλογίαν ἐκέλευε. 9.5 Γέγονε δὲ αὐτῇ γνώριμος ἐξ αἰτίας τοιᾶσδε. Πάθος αὐτῇ θατέρῳ τῶν ὀφθαλμῶν ἐπισκῆψαν κρεῖττον ἐφάνη τῆς ἰατρικῆς ἐπιστήμης· οὐδὲν γὰρ ἦν ἢ τοῖς παλαιοῖς συγγεγραμμένον ἢ τοῖς ὕστερον γενομένοις ἐξηυρημένον ὃ μὴ προσηνέχθη τῇ νόσῳ. Ἐπειδὴ δὲ ἤλεγξεν ἅπαντα καὶ ἔδειξεν οὐδεμίαν ὄνησιν ἔχοντα, ἧκέ τις τῶν συνήθων τὸν θεῖον ἄνδρα μηνύουσα καὶ τὸ γεγενημένον ὑπ' αὐτοῦ διδάσκουσα θαῦμα· τὴν γὰρ ὁμόζυγα ἔλεγε τοῦ τηνικάδε τῆς ἕω κατέχοντος τὰ πηδάλια-Περγάμιος δὲ ἦν οὗτος -τῷ παθήματι τῷδε περιπεσοῦσαν ἰάσασθαι αὐτὸν εὐχῇ καὶ σφραγῖδι χρησάμενον. 9.6 Ἤκουσεν ἡ μήτηρ καὶ παραυτίκα πρὸς τὸν θεῖον ἔδραμεν ἄνθρωπον. Περικείμενα δὲ εἶχεν ἕρματα καὶ περιδέραια καὶ τὰ ἄλλα χρυσία καὶ τὴν ποικίλην ἐσθῆτα τὴν ἐκ σηρικῶν ὑφασμένην νημάτων· οὐδέπω γὰρ τῆς ἀρετῆς τῆς τελειοτέρας ἐγέγευτο. Ἤνθει δὲ καὶ τῷ χρόνῳ καὶ τοῦ τῆς νεότητος ἠνείχετο κόσμου. Ἡ θεσπεσία τοίνυν κεφαλὴ ταῦτα θεασαμένη, τῆς φιλοκοσμίας πρότερον τὴν ἀρρωστίαν ἰάσατο τοιοῖσδε λόγοις χρησάμενος· "Εἰπέ μοι, ἔφη, ὦ τεκνίον (τῇ γὰρ αὐτοῦ χρήσομαι φωνῇ καὶ οὐκ ἀμείψω τῆς ἁγίας ἐκείνης γλώττης τὸ πρόσρημα), εἴ τις ζωγράφος, εὖ μάλα τὴν τέχνην ἠσκημένος, εἰκόνα τινὰ γράψειεν, ὡς ὁ νόμος ὑπαγορεύει τῆς τέχνης, καὶ ταύτην προθείη τοῖς βουλομένοις ὁρᾶν, ἀφικόμενος δέ τις ἕτερος ἐκείνην μὲν τὴν τέχνην οὐκ ἀκριβῶς ἐπιστάμενος, σχεδιάζων δὲ πρὸς τὸ δοκοῦν ἃ ἂν γράψαι θελήσειεν, εἶτα μεμψάμενος τῇ τεχνικῇ ἐκείνῃ ζωγραφίᾳ προσθείη μὲν ταῖς ὀφρύσι καὶ ταῖς βλεφαρίσι μακροτέρας γραμμάς, λευκότερον δὲ τὸ πρόσωπον ἀποφήνειε καὶ ταῖς παρειαῖς τοῦ ἐρυθροῦ χρώματος ἐπεμβάλοι, οὔ σοι δοκεῖ τὸν πρότερον εἰκότως ἀγανακτῆσαι ζωγράφον ὡς τῆς τέχνης αὐτῷ λίαν ὑβρισμένης καὶ προσ θήκας ὧν οὐκ ἔδειτο ὑπ' ἀμαθοῦς χειρὸς δεξαμένης; Οὐκοῦν, ἔφη, καὶ τὸν τῶν ἁπάντων δημιουργὸν καὶ τῆς ἡμετέρας φύσεως πλάστην τε καὶ ζωγράφον ἀγανακτεῖν εἰκότως πιστεύετε ὅτι τῆς ἀρρήτου σοφίας ἐκείνης ἀμαθίαν κατηγορεῖτε. Οὐ γὰρ ἂν τὸ ἐρυθρὸν καὶ λευκὸν καὶ μέλαν ἐπεχέατε χρῶμα εἰ μὴ ἐνδεῖν ὑμῖν ταύτης ἐνομίζετε τῆς προσθήκης· δεῖσθαι δὲ τούτων ὑπολαμβάνουσαι τὸ σῶμα, ἀσθένειαν καταψηφίζεσθε τοῦ ποιητοῦ. Προσήκει δὲ εἰδέναι ὅτι σύμμετρον ἔχει τῇ βουλήσει τὴν δύναμιν. "3Πάντα γάρ, ᾗ φησιν ὁ ∆αβίδ, ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν"3· τὸ δὲ συνοῖσον ἅπασι προμηθούμενος, ὅσα λωβᾶται οὐ δίδωσι. Μὴ τοίνυν διαφθείρετε τοῦ θεοῦ τὴν εἰκόνα μηδὲ πειρᾶσθε προστιθέναι ἅπερ σοφῶς οὐ δέδωκε, μηδὲ τὸ νόθον τοῦτο ἐπινοεῖτε κάλλος ὃ καὶ ταῖς σωφρονούσαις λυμαίνεται τοῖς ὁρῶσιν ἐπιβουλεῦον". 9.7 Ἤκουσε τούτων ἡ πάντα ἀρίστη γυνὴ καὶ παραυτίκα εἴσω τῆς τοῦ Πέτρου σαγήνης ἐγένετο-τῷ γὰρ ὁμωνύμῳ παραπλησίως καὶ οὗτος ἡλίευε-καὶ τῶν ποδῶν ἁπτομένη καὶ ποτνιωμένη τῷ ὀφθαλμῷ δοθῆναι τὴν θεραπείαν ἱκέτευεν. Ὁ δὲ ἄνθρωπος μὲν ἔλεγεν εἶναι καὶ τὴν αὐτὴν ἔχειν φύσιν αὐτῇ, πολὺν δὲ ἁμαρτημάτων φορυτὸν ἐπιφέρεσθαι καὶ τούτου γε εἵνεκα τῆς πρὸς τὸν θεὸν παρρησίας ἀπεστερῆσθαι. Ὡς δὲ ἔκλαιεν ἡ μήτηρ καὶ ἠντιβόλει καὶ ἔφασκε μὴ κατα λείψειν εἰ μὴ τύχοι τῆς ἰατρείας, τὸν θεὸν ἔφη τούτων εἶναι θεραπευτήν, χορηγεῖν δὲ ἀεὶ τοῖς πιστεύουσι τὰς αἰτήσεις· "∆ώσει τοίνυν, εἶπε, καὶ νῦν, οὐκ ἐμοὶ τὴν χάριν δωρούμενος, ἀλλὰ τὴν σὴν πίστιν θεώμενος. Εἰ τοίνυν ταύτην ἔχεις ἀκραιφνῆ καὶ εἰλικρινῆ καὶ πάσης ἀμφιβολίας ἀπηλλαγμένην, ἐρρῶσθαι καὶ ἰατροῖς φράσασα καὶ φαρμάκοις, τοῦτο δέξαι τὸ θεόσδοτον φάρμακον". Ταῦτα εἰπὼν ἐπέθηκε τὴν χεῖρα τῷ ὀφθαλμῷ καὶ τοῦ σωτηρίου σταυροῦ τὸ σημεῖον τυπώσας τὴν νόσον ἀπήλασεν. 9.8 Ἐκεῖθεν εἰς τὴν οἰκίαν ἐπανελθοῦσα καὶ τὸ φάρμακον ἀπονιψαμένη καὶ τὸν