αὐτῷ ἄγγελοι ἐγκατέλιπον αὐτὸν διὰ τὴν ἁμαρτίαν. Τάχα γὰρ καὶ αἱ δυνάμεις αἱ ἅγιαι ὑποχωροῦσιν ἐν και ρῷ πειρασμοῦ πρὸς δοκιμὴν τοῦ πειραζομένου, ἢ πρὸς κόλασιν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου. Εἰκότως, τῶν ἀγγέλων καταλιπόντων αὐτὸν, σφοδρό τερον οἱ δαίμονες ἐπετίθεντο. Καὶ οἱ ζητοῦντες τὰ κακά μοι, ἐλάλησαν ματαιότητας. Ἐλάλουν, φησὶ, πρὸς ἑαυτοὺς, ἐπιβουλήν μοι σκευάζοντες. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ τὰ ἑξῆς. Ταῦτα, φησὶν, λαλούντων αὐτῶν, οὐδὲ ἀκούειν ἐδό κουν, οὐδὲ λαλεῖν τῆς, παῤῥησίας μου διὰ τῆς ἁμαρ τίας ἀφῃρημένης. Ὅτι ἐπὶ σοὶ, Κύριε, ἤλπισα ... ὅτι εἶπα· Μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου. Τῶν τοσούτων, φησὶ, συμβάντων κακῶν, μίαν ἔχω σωτηρίας ἐλπίδα, τὴν ἐκ σοῦ γενησομένην μοι ἐπικουρίαν. Καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμε γαλοῤῥημόνησαν. Μέγα, φησὶ, δέδωκε φρονεῖν αὐ τοὺς κατ' ἐμοῦ ἡ ἁμαρτία σαλεύσασά μου τοὺς πόδας. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. Ἡδέως δέχεσθαι τὴν ἐπιστρεπτικὴν παιδείαν φησίν. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ με ριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. ∆ιὰ δὴ τοῦτο κατήγορος ἐμαυτοῦ γίνομαι, καὶ πᾶσαν φροντίδα τῆς ὑγιείας ποιήσομαι. Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμέ. Καίτοι, φησὶ, μὴ ἀνεπαισθήτως ἔχων τῆς ἁμαρ τίας, ἀλλὰ μεριμνῶν περὶ αὐτῆς διαπαντὸς, ὁρῶ τοὺς ἐχθρούς μου κραταιουμένους. Οὗτοι δὲ οἱ ἐχθροὶ, μη δὲν ἄδικον παρ' ἐμοῦ πεπονθότες, διαβάλλοντές μου τὴν ἁμαρτίαν, καὶ πρόφασιν αὐτὴν ποιούμενοι τοῦ 27.188 κατ' ἐμοῦ πολέμου, κατεδίωκόν με, δίκαια λέγοντες ποιεῖν. Τοιγαροῦν καὶ γεγένημαι παρ' αὐτοῖς ὡς νεκρὸς ἐβδελυγμένος· διὸ δὴ καὶ δέομαι, σὲ τὸν Κύριον μὴ ἀποστῆναι ἀπ' ἐμοῦ· σπεῦσαι δὲ μᾶλλον εἰς τὴν βοήθειαν τὴν ἡμετέραν. ΨΑΛΜΟΣ ΛΗʹ. Εἰς τὸ τέλος, Ἰδιθοὺμ ᾠδὴ τῷ ∆αυΐδ. Ὑπόθεσις. Ἱεροψάλτης ὑπάρχων Ἰδιθοὺμ, καὶ προφητικῇ χά ριτι κατεστεμμένος, ᾠδὴν ἀναβάλλεται, προσωπο ποιίαν εἰσφέρων αὐτοῦ τοῦ ∆αυῒδ ἐξομολογουμένου ἐπὶ τῇ ἁμαρτίᾳ. Εἶπα· Φυλάξω τὰς ὁδούς μου. Ἀπόδειξις σαφὴς ἱδρυμένης καρδίας. Ἐθέμην τῷ στόματί μου φυ λακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου. Παριστάμενοι γὰρ αὐτῷ οἱ νοητοὶ ἐχθροὶ, ὠνεί διζον αὐτοῦ τὴν ἁμαρτίαν. Ἐκωφώθην, καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν. Λοιδορούμενος, φησὶν, οὐκ ἀντελοιδόρουν, συνιδὼν τὴν ἔκπτωσίν μου τῶν ἀγαθῶν. Καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ἀντὶ τοῦ λέγειν πρὸς τοὺς λοιδοροῦντας, τῆς ἁμαρτίας ἀνεμίμνησκον ἐμαυτῷ. Ἡ δὲ μνήμη τῆς ἁμαρτίας οἷα πῦρ περὶ τὴν καρ δίαν μου ἐγένετο. Καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Ἐν τῷ ἀναμιμνήσκεσθαί με τοῦ ἁμαρτήματος, φησὶν, ἐκαιόμην πυρί. Ἐλάλησα ἐν γλώσσῃ μου· Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου. Τὸ, ἐν γλώσσῃ, οἷον ἠρέμα καὶ ψιθυρίζων, καὶ μὴ εἰς πολλοὺς ἐκφέρων τὸν λό γον. Ὁ δὲ λόγος ἐρώτησις ἦν περὶ τῶν λοιπῶν ἡμε ρῶν. Ἠρώτα δὲ, μαθεῖν βουλόμενος εἰ ἐξαρκέσει αὐτῷ εἰς μετάνοιαν ὁ λοιπὸς τῶν ἡμερῶν χρόνος. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου· καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου. Εἰ καὶ εἰς μῆκος, φησὶ, παρατείνει μοι ζωὴ, ὡς οὐδὲν ἐν ώπιόν σου λογισθήσεται. Εἰ γὰρ χίλια ἔτη ἐν ὀφθαλ μοῖς σου ὡς ἡμέρα μία, τί ἂν εἴη χρόνος ἑνὸς ἀν θρώπου; Τοῦτο πάλιν ὁ Σύμμαχος οὕτως ἡρμήνευ σεν· Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ ἡ βίωσίς μου ὡς οὐδὲν ἄντικρύς σου. Σὺ μὲν γὰρ ἄναρχος καὶ ἀπέραντος· ὁ δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμεμέτρηται. ∆ιὰ τούτου παρεδήλωσε τὸ ὀλιγοχρόνιον τῆς ἀνθρωπίνης ζωῆς. Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Εἰ δὲ, φησὶν, ἐν εἰκόνι, καὶ οὐκ ἐν ἀληθείᾳ πορεύεται ἄνθρωπος, εἰκότως ματαιότητα προεῖπεν· ἐπειδὴ οὐ τὴν ἀληθινὴν ζωὴν, ἀλλ' ἐν εἰκόνι τινί· οὐδὲ τὴν σπουδὴν τῶν ὄντων ἀγαθῶν ποιοῦμεν· διὸ καὶ μάτην
42