τοῦ Θεοῦ, ὑποπόδιον δὲ τὴν γῆν. Ὀρθῶς, ὦ γενναῖε· μεμνήσομαι γὰρ αὐτοῦ λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων προφητῶν. Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; Καίτοι Θεὸν μὲν οὐκ εἶναί φησι τὸν οὐρανόν, παρεικάζει δὲ θρόνῳ, καὶ μὴν καὶ ὑποποδίῳ τὴν γῆν· κἂν εἰ ἕλοιτό τις τὴν τοῦ πράγματος αἰτίαν ἀναμαθεῖν, χαλεπὸν οὐδὲν ἀληθεύοντας λέγειν. Ἀνεδείματο γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὸν διαβόητον ἐκεῖνον νεὼν ὁ σοφώτατος Σολομών, ἐπεγάννυντο δὲ λίαν αὐτῷ τῶν Ἰου δαίων οἱ δῆμοι, ᾤοντό τε ὅτι κατῴκηκεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός· βραδεῖς γὰρ ἀεί πως εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες, οἵ γε Θεοῦ πόλιν οἰηθέντες τὴν Ἰερουσαλήμ, ἐν αὐτῇ δὲ καὶ μόνῃ διετείνοντο κατοικεῖν αὐτόν, διά τοι τὸ λέγεσθαι διὰ φωνῆς τοῦ ∆αβίδ· ∆εδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ. Σμικρὰ τοιγαροῦν δοξάζοντας ἐλέγχει Θεός, καί φησι. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, θρόνον ἔχοντι τὸν οὐρανόν, ὑποπόδιον δὲ τὴν γῆν; Ἔδει γάρ, ἔδει τοῖς συνεστάλθαι καὶ περιωρίσθαι τόποις τὴν αὐτοῦ φύσιν ὑπειληφόσι καταδεῖξαι σαφῶς ὅτι τε εἴη πανταχῇ καὶ χωρεῖ μὲν αὐτὸν οὐδέν, ἥκει δὲ μᾶλλον διὰ πάντων αὐτός, καὶ πλήρης μὲν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ ἡ γῆ. 2.56 Ὅτι δὲ γενητός ἐστιν ὁ οὐρανός, διὰ πλείστων ὅσων μαρτυριῶν καταδεῖξαι ῥᾷον ἐκ τῆς θεοπνεύστου Γραφῆς· ἔφη γάρ που ὁ Θεός. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν καὶ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Καὶ μὴν καὶ ὁ μακάριος ∆αβὶδ τῷ Λόγῳ Κυρίου τοὺς οὐρανοὺς ἐστερεῶσθαί φησι καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσαν εἶναι τὴν δύναμιν αὐτῶν· οἶδε δὲ καὶ διηγουμένους αὐτοὺς δόξαν Θεοῦ. Πῶς, ἢ τίνα τρόπον; ἀφ' ὧν εἰσι καὶ γεγόνασιν εὖ μάλα τεθαυμασμένους καὶ μονονουχὶ φωνῇ τῇ τοιᾷδε χρωμένους· τὰ γὰρ τῶν τεχνημάτων ἄριστα καὶ ἐξαίρετα, καίτοι φωνὴν οὐκ ἔχοντα, μονονουχὶ καὶ διακεκράγασι τὴν τοῦ τεχνουργήσαντος ἐπιστήμην ἐφ' ἑαυτοῖς ἐκφαίνοντα. [Τέλος τοῦ δευτέρου τόμου τῶν κατὰ Ἰουλιανοῦ ἀντιρρητικῶν τοῦ πανσόφου καὶ μακαρίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Κυρίλλου.]