πρόσωπον ἀνθρώπου· καὶ εἰς ἄρτον δὲ μεταβάλλεται, στηρίζοντα καρδίαν ἀνθρώπου, καὶ εἰς παντοῖα καρπῶν δημιουργήματα. 9.10 Ἐπὶ τούτοις τί ἔδει; Βλασφημεῖσθαι τὸν δημιουργὸν ἢ προσκυνεῖσθαι μᾶλλον; Καὶ τέως οὔπω λέγω τῆς σοφίας αὐτοῦ τὰ μὴ φαινόμενα. Θεώρησόν μοι τὸ ἔαρ καὶ τὰ ἄνθη, τὰ παντοῖα ἐν ὁμοιότητι διακεκριμένα· ῥόδου μὲν τὸ ἐρυθρότατον, κρίνου δὲ τὸ λευκότατον. Ἐξ ἑνὸς γὰρ ὑετοῦ ταῦτα καὶ μιᾶς τῆς γῆς, τίς ὁ διακρίνων, τίς ὁ δημιουργῶν; Θεώρησόν μοι τὴν ἀκρίβειαν. Ἐκ μιᾶς ὑποστάσεως τοῦ δένδρου, τὸ μὲν εἰς σκέπην, τὸ δὲ εἰς καρποὺς διαφόρους· καὶ εἷς ὁ τεχνίτης. Μιᾶς ἀμπέλου τὸ μέν τι εἰς καῦσιν, τὸ δὲ εἰς βλαστήματα, τὸ δὲ εἰς φυλλάδας, τὸ δὲ εἰς ἕλικας, τὸ δὲ εἰς βότρυν. Ἐκπλάγηθι καὶ τοῦ καλάμου τὴν πυκνοτάτην τῶν κόμβων περιβολὴν, ἣν ἐποίησεν ὁ τεχνίτης. Ἐκ τῆς μιᾶς γῆς ἑρπετὰ προέρχεται, καὶ θηρία, καὶ κτήνη, καὶ ξύλα, καὶ βρώματα, καὶ χρυσὸς, καὶ ἄργυρος, καὶ χαλκὸς, καὶ σίδηρος, καὶ λίθος. Μία ὑδάτων ἡ φύσις, καὶ ἐξ αὐτῆς νηκτῶν καὶ ὀρνέων ὑπόστασις· ἵνα ὥσπερ ἐκεῖνα νήχεται ἐν τοῖς ὕδασιν, οὕτω καὶ τὰ ὄρνεα ἵπτανται ἐν τῷ ἀέρι. 9.11 Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. Τίς δύναται διηγήσασθαι τῶν ἰχθύων τῶν ἐν αὐτῇ τὸ κάλλος; τίς δύναται διηγήσασθαι κητῶν τὰ μεγέθη, καὶ τῶν ἀμφιβίων ζώων τὴν ὑπόστασιν, ὅπως καὶ ἐν χέρσῳ γῇ, καὶ ἐν ὕδασι διαιτᾶται; Τίς δύναται τῆς θαλάσσης διηγήσασθαι τὸν βυθὸν καὶ τὸ πλάτος, ἢ τῶν ὑπερμέτρων κυμάτων τὰς ὁρμάς; Ἀλλ' εἰς τοὺς ὅρους αὐτῆς ἕστηκε διὰ τὸν εἰπόντα· Ἄχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ· ἀλλ' ἐν σεαυτῇ συντριβήσονταί σου τὰ κύματα· ἥτις καὶ δηλοῦσα τὸν ἐπηρτημένον αὐτῇ τοῦ προστάγματος λόγον, ἐπεκδραμοῦσα διὰ τῶν κυμάτων γραμμήν τινα φανερὰν ἐναφίησι τοῖς αἰγιαλοῖς· δηλοῦσα τοῖς ὁρῶσιν ὥσπερ, ὅτι τοὺς προστεταγμένους οὐ παραβέβηκεν ὅρους. 9.12 Τίς δύναται διασκέψασθαι τῶν ἀερίων ὀρνέων τὴν φύσιν; Πῶς τὰ μὲν γλῶσσαν περιφέρει μουσικήν· τὰ δὲ παντοίᾳ τῇ ζωγραφίᾳ πεποίκιλται διὰ τῶν πτερῶν· τὰ δὲ ὑπερπτάντα εἰς μέσον ἀέρα ἕστηκεν ἀκίνητα, ὡς ἱέραξ· ἀπὸ γὰρ τοῦ θείου προστάγματος, ἱέραξ ἐκπετάσας τὰς πτέρυγας ἕστηκεν ἀκίνητος, καθορῶν τὰ πρὸς νότον. Τίς δύναται ἀνθρώπων ὑψωθέντα θεωρῆσαι ἀετόν; Εἰ δὲ τῶν ὀρνέων τὸ ἀλογώτατον ὑψωθὲν οὐ δύνασαι κατανοῆσαι, πῶς τὸν πάντων ποιητὴν θέλεις κατανοῆσαι; 9.13 Τίς ἐν ἀνθρώποις θηρίων πάντων οἶδε κἂν τὰ ὀνόματα; ἢ τίς ἑκάστου δύναται διασκέψασθαι τὴν φυσιολογίαν; Εἰ δὲ τῶν θηρίων μόνον οὐδὲ τὰ ὀνόματα γινώσκομεν, πῶς τὸν ποιητὴν αὐτῶν καταληψόμεθα; Ἓν τὸ τοῦ Θεοῦ πρόσταγμα τὸ λέγον· Ἐξαγαγέτω ἡ γῆ θηρία καὶ κτήνη καὶ ἑρπετὰ, κατὰ γένος· καὶ διάφοροι φύσεις ἐκ μιᾶς τῆς γῆς γεγόνασιν ἑνὶ προστάγματι· πρόβατον ἡμερώτατον καὶ λέων σαρκοβόρος· καὶ διάφοροι ζώων ἄλογοι κινήσεις, μιμήσεις ἔχουσαι διαφόρων προαιρέσεων ἀνθρωπίνων· ἵνα ἀλώπηξ μὲν δηλώσῃ τὸ ἐν ἀνθρώποις δολερὸν, ὄφις δὲ τῶν φίλων τοὺς ἰοβόλους, ἵππος δὲ χρεμετιστὴς τῶν νέων τοὺς ἀκολάστους. Μύρμηξ δὲ ὁ γοργώτατος, ἵνα διεγείρῃ τὸν ὀκνηρὸν, τὸν νωθρόν. Ὅταν γάρ τις ἀργὴν ἔχῃ τὴν νεότητα, τότε ὑπὸ τῶν ἀλόγων ζώων διδάσκεται, διελεγχόμενος ὑπὸ τῆς θείας γραφῆς λεγούσης· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Βλέπων γάρ, φησιν, ἐκεῖνον ἑαυτῷ εὐκαίρως θησαυρίζοντα τὴν τροφὴν, μιμοῦ καὶ θησαύρισον σεαυτῷ καρποὺς ἔργων ἀγαθῶν εἰς τοὺς μέλλοντας αἰῶνας. Καὶ πάλιν· Πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε, ὡς ἐργάτις ἐστὶ, πῶς ἄνθη παντοῖα περιτρέχουσα συντίθησί σοι πρὸς ὠφέλειαν τὸ μέλι· ἵνα καὶ αὐτὸς περιερχόμενος τὰς θείας γραφὰς, τῆς ἑαυτοῦ σωτηρίας περιδράξῃ, καὶ τούτων ἐμφορούμενος εἴπῃς· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ μέλι [καὶ κηρίον] τῷ στόματί μου. 9.14 Ἆρα οὐχὶ δοξάζεσθαι μᾶλλον ὁ τεχνίτης ἄξιος; Τί γὰρ, εἰ καὶ σὺ μὴ πάντων γινώσκεις τὴν ὑπόστασιν, ἤδη ἀργὰ καὶ τὰ γενόμενα; Μὴ γὰρ πασῶν βοτανῶν δύνασαι γνῶναι τὴν ἐνέργειαν; ἢ τὴν ὠφέλειαν δύνασαι μαθεῖν