κρατοῦντι ἕως τέλους διέμεινα καί, πάντων πρὸς τὴν σὴν βασιλείαν ἀποκλινάντων, αὐτὸς μέχρι καὶ ἐς δεῦρο τὴν πρὸς ἐκεῖνον πίστιν τετήρηκα, μήτε πρέσβεις πρὸς σὲ πεπομφώς, μήτε γράμματα· ὡς γοῦν τὴν πρὸς ἐκεῖνον πίστιν ἄδολον διετήρησα, οὕτω καὶ τὴν πρὸς σὲ τηρήσω ἀκράδαντον". Ἐπὶ τούτοις τοῦ βασιλέως αὐτὸν ἐπαινέσαντος, ὁ Ἀλέξιος ἀπηλλάττετο. Μαθὼν οὖν ὁ Βοτανειάτης ὡς οἱ προπεμφθέντες τῶν βασιλείων γεγόνασιν ἐγκρατεῖς, ἀπῄει διαπεράσων πρὸς τὰ βασίλεια. Γενομένου δ' αὐτοῦ πρὸς τὴν κατ' ἀντιπέραν τῆς πόλεως ἠϊόνα, ἔνθα καὶ δάμαλις λιθίνη ἐπὶ κίονος ἵστατο, ὁ δρόμων ὁ βασίλειος ὑπεδέχετο καὶ εὐθὺς μετ' εὐφημιῶν καὶ κρότων διεπεραιοῦτο πρὸς τὰ βασίλεια. 3.24 Ὁ δὲ βασιλεὺς Μιχαὴλ παραυτίκα τήν τε κόμην ἐκείρατο καὶ τὸ μοναδικὸν περιεβάλλετο σχῆμα, συνόντος αὐτῷ καὶ τοῦ θείου καὶ καίσαρος, ὃς τό τε κοῦφον τοῦ κρατήσαντος ἐπιστάμενος καὶ τὸ αὔθαδες τῶν περὶ αὐτόν, ἐπεὶ καὶ δουλοκρατουμένην ἑώρα τούτου τὴν ἐξουσίαν, δείσας περὶ τοῦ ἀνεψιοῦ μή τι πάθῃ δεινότερον συνεβούλευε τούτῳ τῷ Θεῷ καθιερωθῆναι. Ὁ τοίνυν τηνικαῦτα τὸν τῆς πατριαρχίας θρόνον ἰθύνωνἦν δὲ Κοσμᾶς ὁ μέγας καὶ περιβόητοςτὴν καθαρότητα τοῦ ἀνδρὸς γινώσκων τῷ κλήρῳ αὐτὸν συγκατέλεξε καὶ μετ' ὀλίγον μητροπολίτην Ἐφέσου κεχειροτόνηκεν. 3.25 Ὁ Βοτανειάτης δὲ τῶν τῆς βασιλείας σκήπτρων γενόμενος ἐγκρατής, καίτοι τοῖς οὐδοῖς προσεγγίσας τοῦ γήραος, μᾶλλον δὲ καὶ τούτων ἔνδον γενόμενος καὶ δυσὶ γάμοις προσομιλήσας πρότερον, ὅμως αὖθις τὴν βασιλίδα Μαρίαν ἠγάγετο, καὶ γὰρ ἅμα τῷ τὸν Βοτανειάτην ἐγκρατῆ τῆς βασιλείας γενέσθαι εἰς τὸ ἀγχοῦ τῆς Σιδηρᾶς διακείμενον μοναστήριον, ὃ Πέτριον ὀνομάζεται, ἡ βασιλὶς Μαρία ἀπελθοῦσα ἐκεῖσε τὴν οἴκησιν ἐποιήσατο. Ἐπεὶ δὲ τῷ θελήματι τοῦ καίσαρος, ὡς ὁ λόγος σαφέστερον ἐν ὑστέρῳ δηλώσει, καταπειθὴς γεγονὼς ὁ Βοτανειάτης ἀγαγέσθαι ταύτην προείλετο, μετακαλεσάμενος αὐτὴν ὁ καῖσαρ εἰς τὰ βασίλεια εἰσάγει κἄπειτα τῶν πρὸς τὴν μνηστείαν ἑτοιμασθέντων καὶ πρὸ τῶν πυλῶν τοῦ τεμένους τοῦ τε βασιλέως καὶ τῆς βασιλίδος νυμφίων ἤδη ἱσταμένων, ἐπεὶ ὁ μέλλων τὴν μνηστείαν τελέσαι ἑαυτοῦ γεγονὼς καὶ πτοηθεὶς τὴν καθαίρεσιν διὰ τὸ τόν τε βασιλέα {καὶ} ∆ούκα καὶ σύνευνον αὐτῆς καὶ ἣν εἶχεν ὁ Βοτανειάτης ἐκ δευτέρου συνοικεσίου ὁμευνέτιν ἔτι τῷ βίῳ περιεῖναι, συναγαγὼν ἑαυτὸν καὶ γνοὺς ὅπη κακοῦ φέρεται μοιχείαν ἅμα καὶ τριγαμίαν εὐλογῶν, ἀνεβάλλετο τέως τὴν ἐκ τοῦ βήματος πρόοδον, τοῦτο θεασάμενος καὶ στοχασάμενος τοῦ ὀχλοῦντος τὸν ἱερέα λογισμοῦ ἐν ἀγωνίᾳ ἦν μὴ τὴν τελουμένην μνηστείαν λύσει ὁ πατριάρχης ἐνωτισθεὶς περὶ τούτου καὶ αὖθις πρὸς τὴν Εὐδοκίαν ἀπονεύσει· φράσαι δὲ τὸ βουλητὸν διὰ τοὺς περιεστῶτας μὴ θέλων, πρὸς τὸν ἔκγονον αὐτοῦ Μιχαὴλ τὸν ∆ούκα ἐνατενίσας διὰ τοῦ βλέμματος τὸ ἀπόρρητον ἐπισημήνασθαι ἤθελεν. Ὁ δὲ νεανίας οὗτος τὴν ἀναβολὴν τοῦ ἱερέως ὁρῶν καὶ τὸ εἰς ἑαυτὸν βλέμμα τοῦ καίσαρος γοργῶς συνῆκε τὸ δέον καὶ εὐθὺς ἕτερον ἱερέα ἑτοιμάσας τὸν τὴν μνηστείαν τελέσοντα τέως εἶχεν ἀφανῆ, αὐτὸς δὲ τῷ θυσιαστηρίῳ πλησιάσας προσκαλεῖται τὸν παραιτούμενον τὴν μνηστείαν ἱερέα. Ὁ δὲ ἐπυνθάνετο τί ἂν εἴη δι' ὃ προσκαλοῖτο καὶ ὃς τῶν ἀμφίων αὐτοῦ ἁψάμενος μεθίστησι τοῦτον ἐκεῖθεν ἠρέμα, ἀντεισάγει δὲ τὸν ἕτερον, ὃς καὶ τὴν ἱερολογίαν ἐτέλεσεν· ἐντεῦθεν ὁ καῖσαρ τὴν πρὸς βασιλίδα παρρησίαν ἔσχηκεν. 3.26 Ἐπὶ τούτοις ὁ λογοθέτης τῶν παρακειμένων καὶ τοῦ βασιλέως ἀπογνοὺς ἐξώρμησε φεύγειν πρὸς τὸν Βρυέννιον καὶ τῇ Σηλυμβρίᾳ γενόμενος καὶ τῷ Οὐρσελίῳ προσομιλήσας μετὰ τῶν τάξεων ἐκεῖσε πρὸς αὐτοῦ τε καὶ τοῦ βασιλέως Μιχαὴλ πεμφθέντι ἐβούλετο ξὺν αὐτῷ ἀπαίρειν πρὸς τὸν Βρυέννιον. Ὁ δὲ συλλαβὼν τοῦτον δεσμώτην πρὸς τὸν Βοτανειάτην ἀπήγαγε καὶ τῇ Ὀξείᾳ καλουμένῃ νήσῳ περιορισθεὶς μετὰ μικρὸν ἀπανθρώπως τε καὶ ἀνηλεῶς ἐτασθεὶς ἀπεβίω. Τοιοῦτον ἔσχε τὸ τέλος τὰ κατὰ τὴν βασιλείαν τοῦ ∆ούκα Μιχαήλ. 4.τ Βιβλίον δʹ 4.1 Οὕτω μὲν οὖν ὁ Βοτανειάτης Νικηφόρος ἐπειλημμένος τῶν τῆς