1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

42

ἐπείσακτον ἅπαντα ἀπορρίψασα κόσμον κατὰ τοὺς ὑπὸ τοῦ ἰατροῦ τεθέντας νόμους ἐπολι τεύετο οὔτε ποικίλην ἐσθῆτα περιβαλλομένη οὔτε χρυσίοις ὡραϊζομένη καὶ ταῦτα νέαν ἄγουσα κομιδῇ τὴν ἡλικίαν· τρίτον γὰρ καὶ εἰκοστὸν ἐκ γενετῆς ἦγεν ἔτος, μήτηρ οὐδέπω γενομένη· ἑπτὰ γὰρ ἄλλα ἐπιβιώσασα ἔτη, οὕτω τὰς ἐμὰς ὠδῖνας ἐδέξατο ἃς καὶ πρώτας καὶ μόνας ἐδέξατο. Τοσοῦτον τῆς τοῦ μεγάλου Πέτρου διδασκαλίας ἀπώνατο καὶ διπλῆν ἐδέξατο θεραπείαν καὶ τῷ σώματι τὴν ἰατρείαν μαστεύουσα καὶ τὴν τῆς ψυχῆς προσεκτήσατο εὐεξίαν. Τοιαῦτα ἐκεῖνος καὶ λέγων ἐνήργει καὶ προσευχόμενος ἴσχυεν. 9.9 Ἄλλοτε δὲ οἰκέτην ὀψοποιὸν ὑπό τινος πονηροῦ δαί μονος ἐνοχλούμενον ἀπαγαγοῦσα, τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας ἱκέτευεν. Προσευξάμενος δὲ ὁ θεῖος ἀνὴρ ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν αἰτίαν εἰπεῖν. Ὁ δὲ καθάπερ τις ἀνδροφόνος ἢ τοιχωρύχος πρὸ δικαστικοῦ βήματος ἑστὼς καὶ λέγειν ἃ δέδρακε προστατ τόμενος οὕτως ἅπαντα διεξῄει παρὰ τὸ εἰωθὸς ὑπὸ δέους ἀληθεύειν ἀναγκαζόμενος· καὶ ἔφασκεν ἐν Ἡλιουπόλει τὸν μὲν τοῦ οἰκέτου ἀρρωστῆσαι δεσπότην, τὴν δέ γε δέσποιναν τῷ ὁμόζυγι ἅτε δὴ ἀρρωστοῦντι παρακαθῆσθαι· τὰς δὲ παιδίσκας τῆς δεσποίνης τῆς οἰκίας ἐν ᾗ κατέμενον, τῶν ἐν Ἀντιοχείᾳ φιλοσοφούντων μοναχῶν διηγεῖσθαι τὸν βίον καὶ ὅσην κατὰ δαιμόνων ἔχουσι τὴν ἰσχύν· εἶτα ταύτας μὲν οἷα δὴ κόρας παιδιᾷ χαιρούσας ὑποκρίνεσθαι τὰς δαιμονῶσας καὶ μεμηνυίας, αὐτὸν δὲ ἐκεῖνον τὸν οἰκέτην σισύραν περιβαλλόμενον μοναχικῶς ἐξορκίζειν ἐκείνας. "Τούτων, φησίν, ἐπιτελουμένων, παρὰ τὴν θύραν ἑστὼς καὶ τοὺς ἀλαζονικοὺς περὶ τῶν μοναχῶν λόγους οὐκ ἐνεγκὼν τῇ πείρᾳ μαθεῖν ἠβουλήθην ἣν ἔχειν ἐκείνους ἐνεανιεύσαντο δύναμιν. Τούτου εἵνεκα τὰς παιδίσκας καταλιπὼν εἰς τοῦτον ἐμαυτὸν εἰσέφρησα, μαθεῖν ἐθελήσας ὅπως ὑπὸ τῶν μοναχῶν ἐξελαύνωμαι. Καὶ νῦν, ἔφη, μεμάθηκα καὶ πείρας ἑτέρας οὐ δέομαι· παραυτίκα δέ σου κελεύοντος ἔξειμι." Ταῦτα λέγων ἐδραπέτευε καὶ τῆς ἐλευθερίας ὁ οἰκέτης ἀπέλαυεν. 9.10 Καὶ ἕτερον δὲ ἄγροικον τῆς μητρὸς μὲν ἡ μήτηρ, ἐμὴ δὲ τιτθή, δαιμονῶντα προσαγαγοῦσα ἐπαμῦναι παρεκάλει τὸν τῆς κακίας ἀντίπαλον. Ὁ δὲ πάλιν ἐπυνθάνετο πόθεν τε εἴη καὶ παρὰ τίνος λάβοι τὴν κατὰ τοῦ θείου ποιήματος ἐξουσίαν. Ὡς δὲ σιγῶν ἐκεῖνος εἱστήκει τὴν ἀπόκρισιν μὴ ποιούμενος, τὰ γόνατα κλίνας προσηύχετο καὶ τὸν θεὸν ἠντιβόλει δεῖξαι τῷ ἀλιτηρίῳ τῶν οἰκείων θεραπόντων τὴν δύναμιν. Καὶ πάλιν ἀνίστατο καὶ πάλιν ἐκεῖνος ἀντιτείνων ἐσίγα καὶ ταῦτα μέχρις ἐνάτης ὥρας ἐγίνετο. Ἐπειδὴ δὲ θερμοτέραν καὶ σπουδαιοτέραν τῷ δεσπότῃ προσενήνοχε τὴν προσευχήν, ἀναστὰς ἔλεγε πρὸς τὸν ἀλιτήριον· "Οὔ σοι Πέτρος ἐπιτάττει, ἀλλ' ὁ Πέτρου θεός. Ἀπόκριναι τοίνυν ὑπὸ τῆς ἐκείνου δυνάμεως καταναγκαζόμενος". Ἠιδέσθη, καίπερ ἀναίσχυντος ὤν, ὁ ἀλάστωρ τοῦ ἁγίου τὴν ἐπιείκειαν καὶ φωνῇ μεγίστῃ χρησάμενος ἐβόα ὡς "τῷ ὄρει μὲν τῷ Ἀμάνῳ σχολάζω, τοῦτον δὲ κατὰ τὴν ὁδὸν θεασάμενος ὕδωρ ἀπό τινος πηγῆς ἀρυόμενόν τε καὶ πίνοντα, οἰκη τήριον οἰκεῖον πεποίηκα". -"Ἀλλ' ἔξιθι, ἔλεγεν ὁ τοῦ θεοῦ ἄνθρωπος, τοῦ σταυρωθέντος ὑπὲρ τῆς οἰκουμένης τοῦτό σοι παρεγγυῶντος." Ἤκουεν ἐκεῖνος καὶ ἔφευγε καὶ τῆς λύττης ἐλεύθερος ἀπεδίδοτο τῇ τιτθῇ ὁ γεωργός. 9.11 Καὶ ἕτερα δὲ μυρία τῆς μακαρίας ἐκείνης ψυχῆς τοιαῦτα ἔχων διηγήματα, παραλείψω τὰ πλεῖστα τῶν πολλῶν δεδιὼς τὴν ἀσθένειαν· εἰς σφᾶς γὰρ ἀφορῶντες ταῖς τῶν θείων ἀνδρῶν ἀπιστοῦσι θαυματουργίαις. Ἓν δὲ ἢ δύο διηγησάμενος ἐφ' ἕτερον ἀγωνιστὴν μεταβήσομαι. 9.12 Ἦν τις ἀκόλαστος στρατηγὸς ἐν τοῖς ἄνω χρόνοις. Κόρη τοίνυν τις