πᾶσαν, τὴν ἐκ παντὸς ζώου προχωροῦσαν; Ἤδη καὶ ἐξ ἰοβόλων ἐχιδνῶν ἀντίδοτοι προεχώρησαν εἰς σωτηρίαν ἀνθρώποις. Ἀλλ' ἐρεῖς μοι, δεινὸς ὁ ὄφις· φοβοῦ τὸν Κύριον, καὶ οὐ δυνήσεταί σε βλάψαι. Σκορπίος πληκτικός· φοβοῦ τὸν Κύριον, καὶ οὐ πλήξει σε. Λέων αἱμοβόρος· φοβοῦ τὸν Κύριον, καὶ παρακαθήσεταί σοι, ὡς τῷ ∆ανιήλ. Ἔστι δὲ θαυμάσαι ἀληθῶς καὶ τῶν ζώων τὴν ἐνέργειαν· πῶς τὰ μὲν ἐν κέντροις, ὥσπερ ὁ σκορπίος, ἔχει τὸ ὀξὺ, ἑτέροις δὲ ἐν τοῖς ὀδοῦσιν ἡ δύναμις· καὶ ἄλλα δι' ὀνύχων καταγωνίζεται· βασιλίσκῳ δὲ τὸ βλέμμα ἡ δύναμις. Ἐκ τῆς ποικίλης οὖν δημιουργίας, νόησον τοῦ δημιουργοῦ τὴν ἐνέργειαν. 9.15 Ἀλλ' ἴσως ταῦτα οὐ γινώσκεις· μηδέν σοι καὶ τοῖς ἔξωθέν σου ζώοις. Εἴσελθε λοιπὸν εἰς σεαυτὸν, καὶ ἐκ τῆς σῆς ὑποστάσεως νόησον τὸν τεχνίτην. Τί μεμπτὸν ἐν τῷ σώματί σου πέπλασται; Κράτει σεαυτοῦ, καὶ οὐδὲν φαῦλον ἐκ πάντων τῶν μελῶν. Ἐξ ἀρχῆς ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ γυμνὸς ἦν μετὰ τῆς Εὔας, ἀλλ' οὐ διὰ τὰ μέλη ἦν ἀπόβλητος. Οὐκ ἄρα τὰ μέλη τῆς ἁμαρτίας αἴτια, ἀλλ' οἱ χρώμενοι τοῖς μέλεσι κακῶς· σοφὸς δὲ ὁ τῶν μελῶν ποιητής. Τίς ὁ παρασκευάσας εἰς τεκνογονίαν μήτρας ὄγκους; τίς ὁ τὸ ἄψυχον ἐν αὐτῇ ψυχώσας; τίς ὁ νεύροις καὶ ὀστέοις ἡμᾶς ἐνείρας, δέρμα δὲ καὶ κρέας περιβαλὼν, καὶ ἅμα τῷ γεννηθῆναι τὸ βρέφος, ἐκ μαστῶν πηγὰς γάλακτος ἐκφέρων; Πῶς τὸ μὲν βρέφος εἰς παιδίον αὔξει, καὶ τοῦτο εἰς νεανίαν, εἶτα εἰς ἄνδρα, καὶ πάλιν ὁ αὐτὸς εἰς πρεσβύτην μεταβάλλεται, μηδενὸς καταλαμβάνοντος τῆς μεταβολῆς τὴν καθ' ἡμέραν ἀκρίβειαν; πῶς τῆς τροφῆς τὸ μὲν ἐξαιματοῦται, τὸ δὲ εἰς προχώρησιν διακρίνεται, τὸ δὲ εἰς σάρκα μεταβάλλεται; Τίς ὁ τὴν καρδίαν ἀεικινήτως κινῶν; τίς ὁ τὴν ἁπαλότητα τῶν ὀφθαλμῶν τῇ τῶν βλεφάρων περιβολῇ σοφῶς ἀσφαλισάμενος; Περὶ γὰρ τῆς ποικίλης καὶ θαυμασίας τῶν ὀφθαλμῶν κατασκευῆς, αἱ πολύστιχοι τῶν ἰατρῶν μόγις ἐξηγοῦνται βίβλοι. Τίς ὁ τὴν μίαν ἀναπνοὴν εἰς ὅλον τὸ σῶμα διαδούς; Βλέπεις ἄνθρωπε τὸν τεχνίτην, βλέπεις τὸν σοφὸν δημιουργόν. 9.16 Ταῦτά σοι νῦν ἐπλάτυνεν ὁ λόγος, πολλῶν καὶ ἅλλων μυρίων καταλελειμμένων, καὶ μάλιστα τῶν ἀσωμάτων καὶ ἀοράτων· ἵνα μισήσῃς μὲν τοὺς βλασφημοῦντας τὸν σοφὸν καὶ ἀγαθὸν τεχνίτην, ἐκ δὲ τῶν εἰρημένων καὶ ἀναγινωσκομένων, καὶ ὧν ἂν αὐτὸς εὑρεῖν ἢ νοῆσαι δυνηθείης, καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν γενεσιουργὸν θεωρήσας, γόνυ κάμπτων εὐσεβῶς τῷ τῶν ὅλων ποιητῇ, τῶν αἰσθητῶν λέγω καὶ νοητῶν, ὁρατῶν τε πάντων καὶ ἀοράτων, μετ' εὐγνώμονος καὶ εὐφήμου γλώττης, ἀδιαλείπτοις χείλεσιν ἀνυμνῇς [καὶ καρδίᾳ] τὸν Θεὸν, λέγων· Ὡς θαυμαστὰ τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Σοὶ γὰρ πρέπει τιμὴ, δόξα καὶ μεγαλωσύνη, νῦν τε καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 10.τ ΚΑΤΗΧΗΣΙΣ Ιʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τό· ΚΑΙ ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ. Καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους Αʹ [ἐπιστολῆς]· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς· ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ, καὶ τὰ ἑξῆς. 10.1 Οἳ πιστεύειν ΕΙΣ ἙΝΑ ΘΕΟΝ ΠΑΤΕΡΑ ΠΑΝΤΟΚΡΑΤΟΡΑ δεδιδαγμένοι, καὶ ΕΙΣ ὙΙΟΝ ΜΟΝΟΓΕΝΗ πιστεύειν ὀφείλουσιν. Ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει. Ἐγώ εἰμι ἡ θύρα, φησὶν ὁ Ἰησοῦς· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ. Ἐὰν [γὰρ] ἀρνήσῃ τὴν θύραν, ἀποκέκλεισταί σοι ἡ πρὸς τὸν Πατέρα γνῶσις. Οὐδεὶς ἐπιγινώσκει Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν Υἱὸς ἀποκαλύψῃ· ἐὰν [γὰρ] ἀρνήσῃ τὸν ἀποκαλύπτοντα, μένεις ἐν ἀγνωσίᾳ. Ἀπόφασίς ἐστιν ἐν εὐαγγελίοις λέγουσα· Ὁ μὴ πιστεύων εἰς τὸν Υἱὸν, οὐκ ὄψεται ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτόν· ἀγανακτεῖ γὰρ Πατὴρ, Υἱοῦ τοῦ μονογενοῦς ἀθετουμένου. ∆εινὸν μὲν γὰρ βασιλεῖ, καὶ τὸν στρατιώτην ἁπλῶς ἀτιμασθῆναι· ὅταν δὲ τῶν ἐνδοξοτέρων τις ὑπασπιστῶν ἢ φίλων ἀτιμασθῇ, τότε προστίθεται μείζων ἡ ὀργή· ἐὰν δὲ καὶ αὐτόν τις τὸν μονογενῆ υἱὸν τοῦ βασιλέως ὑβρίσῃ, τίς παρακαλέσει πατέρα ὑπὲρ υἱοῦ