προελεύσει προῆλθον. 2. Ἰουνίῳ δὲ μηνί, ἰνδικτιῶνος ηʹ, ἡμέρᾳ κυριακῇ, ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥωμανοῦ, ἁπάντων ἑνωθέν 891 των, μητροπολιτῶν τε καὶ κληρικῶν, τῶν ἀπὸ Νικολάου πα τριάρχου καὶ Εὐθυμίου διεσχισμένων. 3. Ὀγδόῃ δὲ Φεβρουαρίῳ μηνί, ἰνδικτιῶνος θʹ, ἀποστεί λας Ῥωμανὸς ὑπερορίζει τὸν μάγιστρον Στέφανον τὸν τῆς Καλο μαρίας εἰς τὴν Ἀντιγόνου νῆσον ὡς τῆς βασιλείας ἐφίεσθαι κατη γορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας ἅμα Θεοφάνει Τειχιώτῃ καὶ Παύλῳ Ὀρφανοτρόφῳ, ἀνθρώποις αὐτοῦ. 4. Ἐποίησε δὲ Ῥωμανὸς βασιλεὺς ἐν τῷ τριβουναλίῳ πρόκενσον, συνηγμένων ἁπάντων ἐκεῖσε μεθ' ὅπλων. τοῦ ἀδνου μίου δὲ γενομένου αἰφνίδιον Ῥωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφουσιν· ἐμηνύθη γὰρ παρὰ Λέον τος ἀνθρώπου τοῦ Ἀρσενίου ἡ αὐτοῦ τοῦ Ἀρσενίου ἐπιβουλὴ καὶ Παύλου μαγκλαβίτου, οἳ καὶ τυφθέντες καὶ δημευθέντες ἐξωρί σθησαν. ἦν δὲ τότε παραδυναστεύων ὁ πρεσβύτερος Ἰωάννης ὁ ῥαίκτωρ, ὃς Λέοντα τὸν τοῦ Ἀρσενίου ἐποίησεν ἑβδομαδάριον, τῷ βασιλεῖ τοῦτον προσοικειώσας. 5. Ἐγένετο δέ τις Ῥεντάκιος ἐν Ἑλλάδι, συγγενὴς ὢν Νικήτα πατρικίου, ἀπαίδευτός τε καὶ πατραλοίας, ὃς τὸν ἑαυτοῦ πατέρα καταδιώκων φονεῦσαι, ἐπειδήπερ ἐκεῖνος φεύγων αὐτοῦ τὴν ἐπίθεσιν ἐν πλοίῳ εἰσελθὼν ἐξέπλει καὶ παρὰ τῶν Κρητῶν κατεσχέθη, οὗτος ὁ Ῥεντάκιος ἄδειαν εὑρὼν πάντα τὰ τοῦ πατρὸς αὐτοῦ ἐληΐσατο, καὶ ἐν τῇ πόλει ἀνελθὼν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκ κλησίᾳ προσέφυγεν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τὰς αὐτοῦ ἀταξίας 892 καὶ λεηλασίας καταμαθὼν τοῦτον τῆς ἐκκλησίας ἐξαγαγεῖν ἐβου λεύσατο καὶ παιδεῦσαι. ὁ δὲ ψευδεῖς ἐπιστολὰς πρὸς Βουλγάρους πλασάμενος πρὸς αὐτοὺς αὐτομολῆσαι ἐβουλεύσατο. κρατηθεὶς δὲ καὶ ἐλεγχθεὶς τοὺς ὀφθαλμοὺς ἀποστερεῖται. 6. Τῶν δὲ Βουλγάρων πάλιν ἐξελασάντων μέχρι Κατα συρτῶν, μετὰ δὲ τὴν δομεστίκου Ἀδρελαστοῦ τελευτήν, προε βλήθη Πόθος ὁ τοῦ Ἀργυροῦ δομέστικος τῶν σχολῶν, καὶ μέχρι Θερμοπόλεως μετὰ τῶν ταγμάτων ἐξελθὼν ἀπέστειλε Μιχαὴλ τὸν Μωρολέοντος υἱὸν τοποτηρητὴν ὄντα τοὺς Βουλγάρους κατασκο πήσοντα. ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐτῶν εἰσελθὼν ἔσω πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, πληγεὶς δὲ καὶ αὐτὸς εἰσελθὼν ἐν τῇ πόλει ἐτελεύτησεν. 7. Ἐμηνύθη δὲ τότε διὰ Θεοκλήτου νοταρίου τῆς ὑπουρ γίας ἡ κατὰ Ῥωμανοῦ τοῦ βασιλέως ἐπιβουλὴ Ἀναστασίου σακελλαρίου καὶ ἄρχοντος τοῦ χρυσοχοείου, καὶ Θεοδωρήτου κοιτωνί του, καὶ ∆ημητρίου βασιλικοῦ νοταρίου τοῦ εἰδικοῦ, καὶ Νικο λάου τοῦ Κουβάτζη, καὶ Θεοδότου πρωτοκαράβου, οἳ καὶ ὑπὲρ Κωνσταντίνου βασιλέως δῆθεν ἐσπούδαζον· καὶ δὴ ἐλεγχθέντες ἐτύφθησαν καὶ ἐν τῇ μέσῃ διῆλθον καὶ ὑπερόριοι κατέστησαν. ὁ δὲ Θεοδώρητος ἰδίᾳ ἐν τῷ λεγομένῳ Τρικόγχῳ τοῦ παλατίου τυφθεὶς καὶ αὐτὸς ἐξωρίσθη. τὸν δὲ σακελλάριον Ἀναστάσιον ἀπέκειραν ἐν τῇ μονῇ τῶν Ἐλεγμῶν, ἔνθα καὶ τελευτᾷ. 8 τῆς 893 τοιαύτης δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κων σταντῖνον ὑποβιβάζει καὶ δεύτερον καθίστησιν, αὑτὸν δὲ προάγει εἰς τὸ ἔμπροσθεν. 9. Ἐκστρατεύει δὲ πάλιν Συμεὼν κατὰ Ῥωμαίων, καὶ πλήθη Βουλγάρων ἀποστείλας ἅμα Καυκάνῳ καὶ Μηνικῷ καὶ ἑτέροις ἐκέλευσε κατὰ τῆς πόλεως ὅτι τάχιστα ἐξελαύνειν. διελ θόντες οὖν οὗτοι διὰ τῶν ὀρῶν ἦλθον μέχρι τῶν Μαγγλαβᾶ. τὴν αὐτῶν δὲ ἔφοδον μαθὼν ὁ βασιλεὺς Ῥωμανός, λογισάμενος μὴ τὰ τῶν Πηγῶν παλάτια καὶ τὸ Στενὸν κατελθόντες ἐμπρήσω σιν, Ἰωάννην ῥαίκτωρα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς λεγομένοις, ἔχοντας μεθ' ἑαυτῶν πλῆθος ἱκανὸν ἔκ τε τῶν βασιλικῶν καὶ τῆς ἑταιρείας καὶ τῶν ταγμάτων. οἷς συνῆν καὶ Ἀλέξιος ὁ πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μωσηλὲ μετὰ τοῦ λαοῦ αὐτοῦ. ἦν δὲ εʹ τῶν νηστειῶν ἑβδομάς. διατά ξαντες οὖν τὸν λαὸν ἐν τοῖς πεδινοῖς καὶ χθαμαλωτέροις τόποις τῶν Πηγῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφανέντων ἐνόπλων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ φοβερᾷ καὶ σφοδροτάτως ἐπελασάν των κατ' αὐτῶν φεύγει μὲν παρευθὺ Ἰωάννης ὁ ῥαίκτωρ, σφάτ τεται δὲ ὑπὲρ τούτου ἀγωνιζόμενος ὁ τοῦ Πλατύποδος υἱὸς Φωτει νὸς