βασιλείας σκήπτρων ἔσπευδεν, ὡς οἷόν τε, τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσασθαι, μάλιστα καὶ τὰ κατὰ τὸν Βρυέννιον πυνθανόμενος καὶ τὰς περὶ αὐτὸν ἀθροισθείσας δυνάμεις· ᾔδει γὰρ αὐτὸν πρὸς τῷ στρατηγικώτατον εἶναι καὶ ἐλευθεριώτατον ὄντα ὁμοῦ καὶ δραστηριώτατον. ∆ιὰ τοῦτο τὴν τῶν πολιτῶν δῆθεν θηρώμενος εὔνοιαν ἐπεσπάσατο ταύτην καὶ μάλιστα ἐλευθεριώτατος ἄλλος ἀναδειχθῆναι φιλονεικήσας, πλὴν οὐ ξὺν λόγῳ τῷ δέοντι· ταύτῃ τοι καὶ μεγάλης συγχύσεως τῇ πολιτείᾳ Ῥωμαίων γέγονεν αἴτιος. ∆υοῖν γὰρ ὄντοιν πόροιν ἐξ ὧν ἡ βασιλεία Ῥωμαίων τὰ μέγιστα ἐσεμνύνετο ὀχετηγοῦσα τὰ γέρα τοῖς ἀριστεύουσι καὶ τοῖς ἄλλως εὔνοιαν συνεισφέρουσιν, ἄμφω τούτους ἀναστομώσας τοῖς πᾶσι προῖκα ἐκεῖθεν ἀρδεύεσθαι δαψιλῶς ἐχορήγησε· τῶν τε γὰρ ἀξιωμάτων τὰ μέγιστα οὐκ ἀριστεῦσι καὶ στρατιώταις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καταγομένοις πεφιλοτίμητο οὐδὲ τοῖς εὔνοιάν τινα συνεισφέρουσιν, ἀλλὰ παντὶ τῷ αἰτοῦντι· ταὐτὸ δὲ καὶ τοῖς λεγομένοις παρὰ Ῥωμαίοις ὀφφικίοις ἐπετελεῖτο, ὥστε ξυμβῆναι πολλαπλασίους τὰς ἐξόδους τῆς εἰσόδου γενέσθαι κἀκ τῆς τοιαύτης αἰτίας μετὰ βραχύν τινα χρόνον τῶν χρημάτων ἐκλελοιπότων τό τε νόμισμα κεκιβδήλευτο λοιπὸν καὶ αἱ τοῖς ἀξιώμασι καὶ τοῖς ὀφφικίοις ἐκ βασιλέως ἀνήκουσαι δωρεαὶ διὰ τὴν τῶν χρημάτων σπάνιν ὑπεκρούοντο. Τῆς γὰρ τῶν χρημάτων ἐπεισροῆς τῶν ἀπὸ τῆς Ἀσίας χορηγουμένων τοῖς ταμείοις ἀποφυγούσης ἐκ τοῦ τῆς Ἀσίας ἁπάσης κατακυριεῦσαι τοὺς Τούρκους καὶ τῶν ἀπὸ τῆς Εὐρώπης παντάπασι στενωθέντων, τῶν τε προυπαρχόντων κακῶς καταναλισκομένων ξυνέβαινε σπάνιν ὅτι πλείστην εἶναι χρημάτων τοῖς βασιλικοῖς ταμείοις. Ἀλλ' οὕτω μὲν ἐκεῖνος ἐλευθέριος θέλων ἀποδειχθῆναι παρεχρήσατο τῇ ἐλευθερίᾳ, εὔνουν ἑαυτῷ τὸ πόλισμα καταστῆσαι βουλόμενος, ὡς προείρηται. 4.2 Ὁ δὲ Βρυέννιος ἐν Ὀδρυσοῖς διάγων καὶ τὰ κατὰ τὸν βασιλέα Μιχαὴλ πυθόμενος καὶ τὴν κατ' ἐκείνου στάσιν τῆς πόλεως, τὸ Μακεδονικὸν καὶ Θρᾳκικὸν στράτευμα συλλεξάμενος ὅλον, ἐπαγόμενος καὶ συμμάχους, ἐξώρμα πρὸς τὸ Βυζάντιον. Ἀλλὰ μαθὼν ὁ Βοτανειάτης καὶ δείσας μὴ μετὰ τοσαύτης δυνάμεως πλησιάσας τῇ πόλει ἐκπεσεῖν αὐτὸν παρασκευάσει τῆς βασιλείας πρὸ τοῦ ταύτην σχεδὸν ἐνιδρυνθῆναι, τέως μὲν πρέσβεις ἐδόκει πέμπειν πρὸς ἐκεῖνον τοὺς περὶ διαλλαγῶν καὶ ξυμβάσεων ὁμιλήσοντας· εἶτα τὸν Κομνηνὸν Ἀλέξιον υἱοθετηθέντα τῇ βασιλίδι Μαρίᾳ δομέστικον τῶν Σχολῶν ἀποδείξας τῆς δύσεως ηὐτρέπιζε πέμπειν πρὸς ἀντιπαράταξιν. Στρατεύματος δ' ἀπορῶν οἰκείου διεπέμπετο πρὸς τοὺς τῶν Τούρκων ἐξάρχοντας ἐν Νικαίᾳ τῆς Βιθυνίας διατρίβοντας· ἤστην δὲ τούτω Μασοὺρ καὶ Σολυμάν, οἱ τοῦ Κουτλουμοῦς παῖδες, καὶ αὐτίκα ἐκεῖνοι συμμάχους ἐξέπεμπον οὐκ ἐλάττονας δισχιλίων καὶ κατὰ πόδας ἑτέρους ηὐτρέπιζον. Μήπω δὲ τῶν συμμάχων φθασάντων, ἐδόκει τοὺς πρέσβεις ἀπιέναι καὶ ἐπέμποντο ὅ τε Χοιροσφάκτης Κωνσταντῖνος εἰς προέδρους τότε τέλων, ἀνὴρ νουνεχής τε καὶ λόγιος καὶ πᾶσι κομῶν τοῖς καλοῖς ὁπόσα πολιτικὸν ἄνδρα κοσμοῦσι, καὶ ὁ Στραβορωμανός, ὃς ἐκ Πενταπόλεως ὥρμητο τῆς Φρυγίας, ἀνὴρ δεινὸς καὶ δραστήριος, τὸ γένος ἀνέλκων εἰς †τούτους† καὶ συγγενὴς ὢν τῷ βασιλεῖ Νικηφόρῳ. Ἀπελθόντες οὖν ἐντυγχάνουσι τῷ Βρυεννίῳ περὶ τὴν Θεοδωρούπολιν τὴν φάλαγγα τάξαντι καὶ βάδην πορευομένῳ· ἔτι δὲ πόρρω ὄντες καὶ τὰς τάξεις θεώμενοι καὶ τὴν φάλαγγα κοσμίως συντεταγμένην ἐθαύμαζόν τε τὸ πλῆθος ὁμοῦ καὶ τὴν τάξιν καὶ τὸν ἄγοντα ἐμεγάλυνον. Ἐπεὶ δ' ἐγένοντο πλησίον, οἱ ἐπὶ τῶν ἑταιρειῶν τεταγμένοι καὶ τὰ τούτων πρὸς τὸν βασιλειῶντα ἀνέφερον. Ὁ δὲ κελεύσας τὰς τάξεις στῆναι καὶ τοὺς λογάδας παραλαβών, τόν τε Μακεδόνων ἄρχοντα καὶ Θρᾳκῶν στρατηγούς τε καὶ ἰλάρχας καὶ ἄρχοντας, μικρόν τι τῆς φάλαγγος ὑπεξῄει καὶ πάντων ἀποβάντων τῶν ἵππων καὶ στοιχηδὸν παρ' ἀλλήλων στάντων μόνος ἔφιππος ἦν, ἵππου λευκοῦ τὴν χρείαν αὐτοῦ πληροῦντος· ἵστατο δὲ οὐκ ἐν τοῖς ὅπλοις, ἀλλ' ἐν κόσμῳ βασιλικῷ, ὃν ἐδόκει μᾶλλον ἐκεῖνος κοσμεῖν,