τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν. 29.15 τὸ ὅμοιον οὖν τούτοις πείσονται οἱ ἀλλάξαντες «τὴν δόξαν τοῦ θεοῦ τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν,» διὰ τοῦ ἐγκαταλεί πεσθαι παραδιδόμενοι «ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα» τῶν εἰς ἄψυχον σῶμα καὶ ἀναίσθητον καταβιβασάντων τὸ ὄνομα τοῦ πᾶσι τοῖς αἰσθομένοις λογικοῖς οὐ μόνον τὸ αἰσθέσθαι ἀλλὰ καὶ τὸ λογικῶς αἰσθέσθαι τισὶ δὲ καὶ τελείως καὶ ἐναρέτως αἰσθέσθαι καὶ νοεῖν χαρισαμένου. καὶ εὐλόγως οἱ τοιοῦτοι παραδίδονται ὑπὸ τοῦ καταλειφθέντος ὑπ' αὐ τῶν θεοῦ, ἀντικαταλειπόμενοι ὑπ' αὐτοῦ, εἰς τὰ τῆς «ἀτιμίας» «πάθη,» «τὴν ἀντιμισθίαν» «τῆς πλάνης» δι' ἧς ἠγάπησαν ψωρώ δους ἡδονῆς «ἀπολαμβάνοντες.» μᾶλλον γὰρ ἡ ἀντιμισθία «τῆς πλά νης» αὐτοῖς ἐγγίνεται, παραδιδομένοις «εἰς πάθη ἀτιμίας,» ἤπερ τῷ φρονίμῳ πυρὶ καθαιρομένοις καὶ ἐν τῇ φυλακῇ ἐκπρασσομένοις μέχρι τοῦ ἐσχάτου κοδράντου ἕκαστον τῶν ὀφλημάτων. ἐν γὰρ τῷ πάθεσιν «ἀτιμίας» οὐ μόνον τοῖς κατὰ φύσιν ἀλλὰ καὶ πολλοῖς τῶν παρὰ φύσιν παραδίδοσθαι μολύνονται καὶ ὑπὸ τῆς σαρκὸς παχύνον ται, οἱονεὶ οὐκέτι ἔχοντες τότε ψυχὴν οὐδὲ νοῦν ἀλλ' ὅλοι γινό μενοι σάρκες· ἐν δὲ τῷ πυρὶ καὶ τῇ φυλακῇ οὐκ «ἀντιμισθίαν» «τῆς πλάνης» ἀλλ' εὐεργεσίαν ἐπὶ καθάρσει τῶν ἐν τῇ πλάνῃ κακῶν μετὰ σωτηρίων λαμβάνοντες πόνων, ἑπομένων τοῖς φιληδόνοις, ἀπαλ λάττονται παντὸς ῥύπου καὶ αἵματος, ἐν οἷς ἐῤῥυπωμένοι καὶ πε φυρμένοι οὐδὲ τὸ ἐννοῆσαι περὶ τοῦ σῴζεσθαι ἐδύναντο τῇ σφῶν ἀπωλείᾳ. «ἐκπλυνεῖ» τοιγαροῦν ὁ θεὸς «τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύ ματι κρίσεως καὶ πνεύματι καύσεως»· «εἰσπορεύεται» γὰρ «ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων,» ἀποπλύνων καὶ καθαίρων τοὺς τοιούτων φαρμάκων δεδεημένους διὰ τὸ μὴ δεδοκιμασμένως θέλειν «ἔχειν ἐν ἐπιγνώσει» «τὸν θεόν»· οἷς παραδοθέντες ἑκόντες μισήσουσι τὸν «ἀδόκιμον νοῦν»· οὐ γὰρ βούλεται ὁ θεός τινι τὸ ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι ἀλλὰ ἑκουσίως, τάχα τινῶν ἐκ τοῦ ἐπὶ πλεῖον ὡμιληκέναι τῇ κακίᾳ μόγις τὸ αἶσχος αὐτῆς κατα νενοηκότων καὶ ἀποστρεφομένων αὐτὴν ὡς ψευδῶς ὑποληφθεῖσαν εἶναι καλήν. 29.16 ἐπίστησον δὲ εἰ διὰ τοῦτο καὶ σκληρύνει τὴν τοῦ Φαραὼ καρδίαν ὁ θεὸς, ἵν' ὅπερ εἶπε μὴ σκληρυνθεὶς δυνηθῇ εἰπεῖν· «ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.» ἀλλ' ἐπὶ πλεῖον δέεται τοῦ σκληρύνεσθαι καὶ ἐπὶ πλεῖον πάσχειν τινὰ, ἵνα μὴ ἐκ τοῦ τάχιον τοῦ σκληρύνεσθαι παύεσθαι καταφρονῶν ὡς κακοῦ τοῦ σκληρύνεσθαι ἔτι πλεονάκις ἄξιος τοῦ σκληρύνεσθαι γίνηται. εἰ τοίνυν «οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς» κατὰ τὰ ἐν ταῖς Παροιμίαις εἰρημένα, ἀλλὰ εὐλόγως εἰσάγει ὁ θεὸς «εἰς τὴν παγίδα» κατὰ τὸν εἰπόντα· «εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,» καὶ «ἄνευ» τῆς βουλῆς «τοῦ πατρὸς» οὐδὲ τὸ εὐτελέστερον τῶν ἐπτερωμένων στρου θίον ἐμπίπτει «εἰς τὴν παγίδα» (τοῦ ἐμπίπτοντος «εἰς τὴν παγίδα» διὰ τοῦτο ἐμπίπτοντος, ἐπεὶ μὴ καλῶς τῇ τῶν πτερῶν ἐχρήσατο δεδομένων ἐπὶ τὸ ὑψοῦσθαι ἐξουσίᾳ), εὐχώμεθα μηδὲν ἄξιον ποιῆσαι τοῦ ὑπὸ τῆς δικαίας κρίσεως τοῦ θεοῦ 20εἰσενεχθῆναι «εἰς20» τὸν «0πειρασμὸν20,» εἰσφερομένου παντός τε τοῦ παραδιδομένου ὑπὸ τοῦ θεοῦ «ἐν ταῖς ἐπιθυμίαις» τῆς καρδίας ἑαυτοῦ «εἰς ἀκαθαρσίαν» καὶ παντὸς τοῦ παραδιδομένου «εἰς πάθη ἀτιμίας» καὶ παντὸς τοῦ, «καθὼς οὐκ ἐδοκίμασε τὸν θεὸν ἔχειν ἐν» ἑαυτῷ, παραδιδομένου «εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.» 29.17 ἡ δὲ χρεία τοῦ πειράζεσθαι τοιαύτη τις ἐστίν. ἅπερ ἐδέξατο ἡμῶν ἡ ψυχὴ, λανθάνοντα πάντας πλὴν τοῦ θεοῦ ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς, φανερὰ διὰ τῶν 20πειρασμῶν20 γίνεται· ἵνα μηκέτι λανθάνωμεν, ὁποῖοί ποτε ἐσμὲν, ἀλλὰ καὶ αὐτοὺς ἐπιγινώσκοντες συναισθώμεθα, ἐὰν βου λώμεθα, τῶν