ἢ πρέπον ὅλως ῥίπτειν τὸν τυχόντα μαθητήν, μήτι γε καὶ μονάζοντα; 100 {Ο ∆ΙΑΚ.} Ὡς ἐὰν παρώξυναν αὐτὸν ἢ κακῶς εἶπον. {Ο ΕΠΙΣΚ.} Καὶ τὴν ἰδίαν ὀργὴν ὤφειλεν ἐκπληρῶσαι, φρον τίζων τῆς κατηγορίας; πῶς ἔτι οὗτος τὰς Χριστοῦ ὕβρεις ζητήσει, ὁ περὶ τὰς ἰδίας ἀσχολούμενος δόξας; διὰ τί δὲ ὅλως τὸν εἰπόντα διδάσκαλον οὐκ ἐμιμήσατο, "Λοιδορούμενοι εὐλο γοῦμεν"; {Ο ∆ΙΑΚ.} Τί οὖν, ὡς εἰ ἑτερόδοξοι ὑπῆρχον οἱ μονάζοντες; {Ο ΕΠΙΣΚ.} Καὶ πάντως ἔδει διορθώσασθαι καὶ πεῖσαι, μὴ γὰρ ῥῖψαι. {Ο ∆ΙΑΚ.} Ὡς εἰ καὶ τοῦτο ἐποίησεν, αὐτοὶ δὲ οὐκ ἐπείσθησαν φιλόνεικοι ὄντες; {Ο ΕΠΙΣΚ.} Τὸ ἀποστολικὸν ἔδει ποιῆσαι· "Τὸν αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος"· μὴ γὰρ ῥῖψαι καὶ λεηλατῆσαι καὶ ἔξω τῆς θρεψαμένης ἀπελάσαι μετὰ τῆς τῶν ἀρχόντων ἀπειλῆς. {Ο ∆ΙΑΚ.} Τελείου ἀνδρός μοι λέγεις μέτρα καὶ θεοφιλοῦς καὶ ἀνεξικάκου. {Ο ΕΠΙΣΚ.} Καὶ μὴν οὐκ ἔστι μέγα ἐγκώμιον τὸν ἥττονα βαστάσαι. πλὴν εἰ μὴ ἔστι τέλειος, ὅσον ἥκει, πῶς καὶ ἐπί σκοπος ὁ τοιοῦτος; ἀτελὴς γὰρ ἀτελῶν οὐδέποτε προνοήσει. πῶς δὲ καὶ Θεόφιλος λέγεται, μὴ φιλῶν τὸν Θεόν, δι' ὃν ὤφειλεν τὰς τῶν ἀνθρώπων ὕβρεις ῥᾳδίως φέρειν; εἰ δὲ Θεὸν οὐ φιλεῖ, δῆλον οὐδὲ ἑαυτόν· ὁ δὲ ἑαυτοῦ ἐχθρός, πῶς λοιπὸν ἄλλους φιλήσει; οὐκοῦν οὐδὲν ξένον, εἰ τούτου χάριν ἔψεξεν Ὀλυμ πιάδα ὡς τοὺς μονάζοντας δεξαμένην. {Ο ∆ΙΑΚ.} Ὡμολόγηται μέν, ὅτι Θεόφιλος ὀργίλον ἐποίησε πρᾶγμα, ῥίψας αὐτούς, εἴ τινες ἂν εἶεν, εἴτε ὀρθόδοξοι, εἴτε αἱρετικοί· ἡ μέντοι διάκονος οὐκ ὤφειλεν αὐτοὺς ὑποδέξασθαι. {Ο ΕΠΙΣΚ.} Τί σοι οὖν ἐφάνη; - καλῶς πεποιηκέναι ἢ κακῶς; {Ο ∆ΙΑΚ.} Εἶπον ὅτι κακῶς. {Ο ΕΠΙΣΚ.} Καὶ <ἡ> εὐποιΐα κρίνεταί ποτε; {Ο ∆ΙΑΚ.} Καὶ πάνυ γε, ὅταν ᾖ ἐπὶ κακῶν καὶ μὴ ὀφειλόντων εὖ παθεῖν γινομένη. 101 {Ο ΕΠΙΣΚ.} Τίνες τοίνυν ἦσαν οἱ πεντακισχίλιοι, οὓς ἔθρεψεν ὁ Σωτὴρ ἐκ πέντε ἄρτων κριθίνων, καλοὶ ἢ κακοί; {Ο ∆ΙΑΚ.} ∆ηλονότι καλοί, ὡς παρὰ τοῦ Σωτῆρος τραφέντες. {Ο ΕΠΙΣΚ.} ∆ιὰ τί οὖν κριθίνοις ἐτράφησαν, καλοὶ ὄντες; {Ο ∆ΙΑΚ.} ∆ιὰ σπάνην ἴσως πυρίνων καὶ λιμόν. {Ο ΕΠΙΣΚ.} Πῶς οὖν ὀνειδίζονται ἐπὶ ἀπιστίᾳ, ὡς καλοὶ ἢ ὡς κακοί; {Ο ∆ΙΑΚ.} Εἰ ὀνειδίζονται, ὡς κακοὶ δηλονότι. {Ο ΕΠΙΣΚ.} Καὶ δύνανται οἱ αὐτοὶ καλοὶ εἶναι καὶ κακοί; {Ο ∆ΙΑΚ.} Καὶ πάνυ γε. {Ο ΕΠΙΣΚ.} Πῶς; {Ο ∆ΙΑΚ.} Ὡς μὲν πρὸς χείρονας καλοί, ὡς δὲ πρὸς κρείτ τονας κακοί. {Ο ΕΠΙΣΚ.} Θαυμασίως εἴρηκας. τούτῳ τοίνυν τῷ τρόπῳ καὶ οἱ μονάζοντες καὶ καλοὶ ἦσαν καὶ κακοί. καὶ ἡ μὲν πιστο τάτη ὡς καλοὺς αὐτοὺς ἐξένισεν· ὁ δὲ θαυμάσιος ὡς κακοὺς ἔῤῥιψεν, ὅπερ οὐκ ἔδει. {Ο ∆ΙΑΚ.} Ἀλλ' ἐρεῖ σοι, ὅτι "Ἐπὶ λύπῃ ἐμῇ ἐδέξω τοὺς ἐχθρούς μου." {Ο ΕΠΙΣΚ.} Ὅλως μὲν οὖν ἥττημα αὐτῷ ἐστιν, ὅτι καὶ ἐχθροὺς ὀνομάζει, ὁ χρεώστης τῶν ὕβρεων ὡς Χριστοῦ μι μητής. {Ο ∆ΙΑΚ.} Ποῦ δαὶ ὀνειδίζονται οἱ πεντακισχίλιοι ὑπὸ τοῦ Σωτῆρος, ὡς εἴρηκας; οὐ γὰρ ἀναφέρονται. {Ο ΕΠΙΣΚ.} Ἡνίκα συναθροισθέντες ἐκ δευτέρου προσῆλθον τῷ Ἰησοῦ, ἀκούσαντες· "Ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα καὶ τέρατα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε." Ὁ Θεόδωρος εἶπεν· {Ο ∆ΙΑΚ.} Σαφέστατα ἔχει. {Ο ΕΠΙΣΚ.} Ὁ δὲ ψεκτός, κατὰ τοῦτο καὶ κακός. {Ο ∆ΙΑΚ.} Μενοῦνγε. {Ο ΕΠΙΣΚ.} Κακοὺς οὖν ἔθρεψεν, ἢ καλοὺς ὁ Σωτήρ; {Ο ∆ΙΑΚ.} Ὡμολόγηται ὅτι κακούς· "οὐ" γὰρ "χρείαν ἔχου σιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." {Ο ΕΠΙΣΚ.} Τί οὖν; κακὸν πεποίηκεν Ὀλυμπιάς, τὸν ἑαυτῆς 102 Κύριον μιμησαμένη, "τὸν βρέχοντα καὶ ἀνατέλλοντα τὸν ἑαυτοῦ ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους"; κἂν οἱ Φαρισαῖοι ὀνειδίζωσι τοὺς μαθητάς, λέγοντες· "Ὁ διδάσκαλος ὑμῶν μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει καὶ πίνει." {Ο ∆ΙΑΚ.} Ὡς ἔοικε, παρὰ τὴν σύνεσιν τῶν πολλῶν κακολο γεῖται μὲν τὰ σεμνά, φιλεῖται δὲ τὰ αἰσχρά. {Ο ΕΠΙΣΚ.} Πρὸς τί σοι οὗτος ὁ λόγος, φιλαληθέστατε Θεόδωρε; {Ο ∆ΙΑΚ.} Ὅτι εἰ μὴ σὺ ἐγύμνωσάς μοι τὸν λόγον, συλλο γιστικῶς σαφηνίσας, <εἰς> τὴν ἀναίσθητον συναπηγόμην δόξαν, οὐ τῷ σκοπῷ τῆς ἐλευθερίας προσέχων, ἀλλὰ τοῖς Θεοφίλου θρύλοις. {Ο ΕΠΙΣΚ.} Οὐκοῦν τὸ ἐναντίον, ἐὰν ἀποδειχθῶσιν οἱ ἅγιοι ἐκεῖνοι ἄνδρες οὐ μόνον οὐ κακοί, ἀλλὰ καὶ πολλοὺς ἀπὸ