μονογενοῦς ἀγανακτοῦντα; 10.2 Εἴ τις οὖν εὐσεβεῖν εἰς Θεὸν βούλεται, προσκυνείτω τὸν Υἱὸν, ἐπεὶ οὐ παραδέχεται τὴν λατρείαν ὁ Πατήρ. Πατὴρ οὐρανόθεν ἐπεφώνησε λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν Ἐγὼ ηὐδόκησα. Εὐδόκησεν ὁ Πατὴρ ἐν τῷ Υἱῷ· ἐὰν μὴ καὶ σὺ εὐδοκήσῃς, ζωὴν οὐκ ἔχεις. Μὴ συμπαραφέρου τοῖς Ἰουδαίοις πανούργως λέγουσι τὸ, Εἷς Θεὸς μόνος· ἀλλὰ μετὰ τοῦ εἰδέναι ὅτι εἷς Θεὸς, γίνωσκε ὅτι καὶ Υἱός ἐστι Θεοῦ μονογενής. Ἐγὼ τοῦτο πρῶτος οὐκ εἶπον, ἀλλ' ὁ ψαλμῳδὸς ἐκ προσώπου τοῦ Υἱοῦ λέγει· Κύριος εἶπε πρός με, Υἱός μου εἶ σύ. Μὴ οὖν τί λέγουσιν οἱ Ἰουδαῖοι πρόσεχε, ἀλλὰ τί λέγουσιν οἱ προφῆται. Θαυμάζεις εἰ ἀθετοῦσι τῶν προφητῶν τὰ ῥήματα, οἱ τοὺς προφήτας λιθάσαντες [καὶ ἀποκτείναντες]; 10.3 Σὺ πίστευε ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ, ΤΟΝ ὙΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΝ ΜΟΝΟΓΕΝΗ. Ἕνα δὲλέγομεν Κύριον Ἰησοῦν Χριστὸν, ἵνα μονογενὴς ᾖ ἡ υἱότης. Ἕνα λέγομεν, ἵνα μὴ ὑπονοήσῃς ἄλλον. Ἕνα λέγομεν, ἵνα μὴ τὸ πολυώνυμον τῆς ἐνεργείας εἰς πολλοὺς υἱοὺς ἐκχέῃς δυσσεβῶς. Λέγεται γὰρ θύρα· ἀλλὰ μὴ ξυλίνην νόμιζε τὴν προσηγορίαν, ἀλλὰ θύραν λογικὴν, ζῶσαν, διακριτικὴν τῶν εἰσερχομένων. Ὁδὸς καλεῖται· οὐ ποσὶν πατουμένη, ἀλλ' ὁδηγοῦσα πρὸς τὸν ἐν οὐρανοῖς πατέρα. Πρόβατον καλεῖται· οὐκ ἄλογον, ἀλλὰ τὸ διὰ τοῦ τιμίου αἵματος [αὐτοῦ] καθαρίζον τὴν οἰκουμένην τῶν ἁμαρ τιῶν, τὸ ἀγόμενον ἐνώπιον τοῦ κείροντος, καὶ γινῶσκον, πότε δεῖ σιωπᾷν. Τοῦτο τὸ πρόβατον πάλιν καλεῖται ποιμὴν, ὁ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν [ὁ καλός]· πρόβατον διὰ τὴν ἀνθρωπότητα, ποιμὴν διὰ τὴν φιλανθρωπίαν τῆς θεότητος. Καὶ θέλεις γνῶναι, ὅτι καὶ πρόβατά ἐστι λογικά; Λέγει τοῖς ἀποστόλοις [ὁ Σωτήρ]· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Λέων πάλιν καλεῖται· οὐκ ἀνθρωποβόρος, ἀλλὰ τὸ βασιλικὸν καὶ στεῤῥὸν καὶ πεποιθὸς τῆς ὑποστάσεως διὰ τῆς προσηγορίας ὥσπερ ἐνδεικνύμενος. Λέων δὲ καλεῖται ἀπεναντίας τῷ λέοντι τῷ ἀντιδίκῳ, τῷ ὠρυομένῳ καὶ τοὺς ἠπατημένους καταπίνοντι. Ἦλθε γὰρ ὁ Σωτὴρ, οὐ μεταβαλὼν τὸ πρᾶον τῆς ἑαυτοῦ φύσεως, ἀλλ' ὡς λέων δυνατὸς ἐκ φυλῆς Ἰούδα, σώζων μὲν τοὺς πιστεύοντας, καταπατῶν δὲ τὸν ἀντίδικον. Λίθος καλεῖται· οὐκ ἄψυχος ὑπὸ χειρῶν ἀνθρώπων λατομούμενος, ἀλλὰ λίθος ἀκρογωνιαῖος, εἰς ὃν ὁ πιστεύσας οὐ καταισχυνθήσεται. 10.4 Χριστὸς καλεῖται· οὐ χερσὶν ἀνθρωπίναις κεχρισμένος, ἀλλ' ὑπὸ τοῦ Πατρὸς ἀϊδίως εἰς τὴν ὑπὲρ ἄνθρωπον ἀρχιερωσύνην χρισθείς. Νεκρὸς καλεῖται· οὐκ ἀπομείνας ἐν νεκροῖς, ὡς πάντες ἐν ᾅδῃ, ἀλλὰ μόνος ἐν νεκροῖς ἐλεύθερος. Υἱὸς ἀνθρώπου καλεῖται· οὐχ ὡς ἕκαστος ἡμῶν ἐκ γῆς τὴν γέννησιν ἐσχηκὼς, ἀλλ' ἐρχόμενος ἐπὶ τῶν νεφελῶν κρῖναι ζῶντας καὶ νεκρούς. Κύριος καλεῖται· οὐ καταχρηστικῶς, ὡς οἱ ἐν ἀνθρώποις, [ἀλλὰ ὡς φυσικὴν καὶ ἀΐδιον ἔχων κυριείαν]. Ἰησοῦς καλεῖται φερωνύμως, ἐκ τῆς σωτηριώδους ἰάσεως ἔχων τὴν προσηγορίαν. Υἱὸς καλεῖται· οὐ θετικῶς προαχθεὶς, ἀλλὰ φυσικῶς γεννηθείς. Καὶ πολλαὶ τοῦ Σωτῆρος ἡμῶν εἰσιν αἱ προσηγο ρίαι. Ἵνα τοίνυν μὴ τὸ πολυώνυμον τῆς προσηγορίας πολλοὺς υἱοὺς ποιήσῃ σε νομίζειν· καὶ διὰ τὰς πλάνας τῶν αἱρετικῶν, τῶν λεγόντων, ἄλλον μὲν εἶναι τὸν Χριστὸν, ἄλλον δὲ τὸν Ἰησοῦν, ἄλλον δὲ τὴν θύραν, καὶ τὰ λοιπά· προασφαλίζεταί σε ἡ Πίστις, λέγουσα καλῶς, ΕΙΣ ἙΝΑ ΚΥΡΙΟΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ· εἰ γὰρ καὶ πολλαὶ αἱ προσηγορίαι, ἀλλ' ἓν τὸ ὑποκείμενον. 10.5 Ἑκάστῳ δὲ ποικίλως ὁ Σωτὴρ γίνεται πρὸς τὸ συμφέρον. Τοῖς μὲν γὰρ εὐφροσύνης χρείαν ἔχουσιν, ἄμπελος γίνεται· τοῖς δὲ χρείαν ἔχουσιν εἰσελθεῖν, ἕστηκε θύρα· καὶ τοῖς χρείαν ἔχουσι προσενέγκαι τὰς εὐχὰς, ἕστηκε μεσίτης ἀρχιερεύς. Πάλιν τοῖς ἔχουσιν ἁμαρτίας, γίνεται πρόβατον, ἵνα ὑπὲρ αὐτῶν σφαγιασθῇ· τοῖς πᾶσι γίνεται πάντα, μένων αὐτὸς κατὰ φύσιν ὅπερ ἐστίν. Μένων γὰρ καὶ ἔχων τὸ τῆς υἱότητος ἀληθῶς ἀπαράτρεπτον ἀξίωμα, κάλλιστος οἷά τις ἰατρὸς καὶ διδάσκαλος συμπαθὴς, συμπεριφέρεται ταῖς ἡμετέραις ἀσθενείαις· Κύριος ὢν κατὰ ἀλήθειαν, οὐκ ἐκ προκοπῆς τὸ κυριεύειν λαβὼν, ἀλλ' ἐκ φύσεως τὸ τῆς κυριότητος ἔχων ἀξίωμα. Καὶ