ἀνὴρ ὢν ἀγαθός τε τὸ εἶδος καὶ ὁμιλῆσαι δεινότατος. Ἐγγισάντων δὲ τῶν πρέσβεων καὶ τὴν συνήθη πρεσβεῦσι ποιησαμένων προσηγορίαν καὶ αὐτοῦ τοῦ κρατοῦντος ἀντιπροσαγορεύσαντος καὶ αὐτοῖς ἠπίως προσφερομένου, ἐπήρετο ἀναδιδάσκειν αὐτοὺς δι' ἣν αἰτίαν τὴν παρ' αὐτὸν ἐποιήσαντο ἄφιξιν· χάριν εἰρήνης τε καὶ σπονδῶν φαμένων καὶ κοινοπραγίας πεμφθῆναι παρὰ τοῦ κρατοῦντος, αὖθις ἐπήρετο ἐπὶ τίσι τὰς ξυμβάσεις αἰτοῦσιν, οἱ δὲ πάντα διεξῄεσαν τὰ παρὰ βασιλέως, τοῦ Στραβορωμανοῦ τῶν λόγων κατάρχοντος· οὗτος γὰρ καὶ τὸ τῆς πρεσβείας εἶχε κῦρος ἅτε οἰκεῖος ὢν βασιλεῖ· ὁ δὲ ἕτερος χάριν τοῦ πείθειν ἀπέσταλτο διὰ τὴν πρὸς τὸν βασιλειῶντα ἐκ τοῦ κήδους οἰκειότητα. 4.3 Τὰ δὲ τῆς πρεσβείας ἦσαν τοιάδε. "Ἐγώ, φησὶν ὁ κρατῶν, πάλαι τὸν σὸν πατέρα γινώσκων, ἄνδρα δεινὸν μὲν στρατηγῆσαι καὶ πολλὰ κατὰ Σκυθῶν ἀναστήσαντα τρόπαια καὶ μέντοι καὶ ξυστρατεύσας αὐτῷ καὶ ταῖς ἑταιρείαις πρότερον σύντροφον σχών, οὐχ ἧττον καὶ σὲ ἐπίσταμαι ἄξιον ὄντα παῖδα τοιούτου πατρός. ∆ιὰ ταῦτα, ἐπεί με Θεὸς εἰς τὸ βασίλειον ὕψος ἀνήγαγε, βούλομαί σοι γενέσθαι ἀντὶ πατρὸς φιλοστόργου. Γένοιο οὖν σὺ κἀμοὶ υἱὸς εὐγνώμων ἀνθ' υἱοῦ ἀγνώμονος, ὑπερείδων τὴν ἐκ τοῦ γήρως ἀσθένειαν, καὶ νῦν μὲν τὴν μετὰ βασιλείαν δευτέραν τιμὴν λάμβανε, φημὶ δὴ τὴν τοῦ καίσαρος, μετ' οὐ πολὺ δὲ καὶ διάδοχος ἡμῖν χρηματίσεις τῆς βασιλείας Ῥωμαίων". Ταῦτα διεξελθόντων τῶν πρέσβεων, μηδὲν μελλήσας ἐκεῖνοςκαὶ γὰρ ἦν εἴπερ τις ἄλλος ἀγχίνουςεὐθὺς ἀπεκρίνατο τὰς συμβάσεις ἐθέλειν καὶ τὴν εἰρήνην ἀσπάζεσθαι καὶ τὸν πόλεμον καταλῦσαι ἐμφύλιον καὶ τὴν παρὰ βασιλέως τιμὴν δέχεσθαι, βούλεσθαι δὲ μὴ αὐτὸν μόνον τυχεῖν τῶν τῆς εἰρήνης καλῶν, ἀλλὰ καὶ τοὺς ξυμμετασχόντας αὐτῷ τοῦ ἔργου, στρατηγούς τε καὶ στρατιώτας καὶ ἄρχοντας, ὧν τὸ ξυμφέρον προδοῦναι ἴσον αὐτῷ τοῦ ἀσεβῆσαι νενόμισται· φιλαυτίας γὰρ εἴη ἐσχάτης ἢ μᾶλλον εἰπεῖν ἀπανθρωπίας, ζητοῦντα τὸ ἑαυτοῦ συμφέρον τὸ τῶν ἄλλων προδοῦναι· οὐκ ἄλλως οὖν τὴν υἱοθεσίαν λαμβάνειν καὶ τὴν τιμήν, εἰ μὴ πρότερον τὰ ἐκείνων ἐξασφαλίσαιτο. Βούλεται οὖν πρότερον τὸν βασιλέα βεβαιῶσαι τὰ παρ' αὐτοῦ σφίσιν ἐκείνοις ἐπαγγελθέντα καὶ οὕτω τῆς πόλεως ἐξελθεῖν σὺν τῷ πατριάρχῃ καὶ περὶ τὸν ναὸν γενέσθαι τοῦ ταξιάρχου τῶν ἄνω δυνάμεων Μιχαήλ, ὃς ἵδρυται ἐν τῷ περὶ τὴν Θρᾴκην χωρίῳ ∆αμοκρανίας κἀκεῖσε τὰ τῆς υἱοθεσίας ἐπὶ τοῖς καίσαρσι γίνεσθαι καὶ τῷ στεφάνῳ ταινιωθῆναι συνήθως. Τῶν δὲ πρέσβεων ἐρομένων διὰ τί οὐ βούλεται τὰ τῆς τελετῆς αὐτοῦ γενέσθαι γενομένῳ κατὰ τὴν βασιλίδα τῶν πόλεων, φοβεῖσθαι μὲν ἔφησεν οὐδένα πλὴν τὸν Θεόν, ἀπιστεῖν δὲ τῶν περὶ τὸν βασιλέα τοῖς πλείστοις. 4.4 Ἐπὶ τούτοις οἱ πρέσβεις ἀπαλλαγέντες ἀπῄεσαν· ξυνέβη δὲ μικροῦ δεῖν αὐτοῖς κινδυνεῦσαι τοῖς σκοποῖς ἐντυχοῦσιν· ὅμως μέντοι ἐσώθησαν συνέσει τοῦ τῶν σκοπῶν κατάρχοντος. Τούτων οὖν ἀπελθόντων καὶ τῷ βασιλεῖ ἀπαγγειλάντων τὰ τῶν ξυμβάσεων, ἐδόκει μὴ τρίβεσθαι τὸν καιρόν, ἀλλ' ἐκπέμπειν μετὰ τῶν στρατευμάτων τὸν δομέστικον τῶν Σχολῶν· ἀπεγνώσθη γὰρ τὰς ξυμβάσεις ὡς τοῦ Βρυεννίου δοκοῦντος ἀπαιτεῖν ἀδύνατα. Ἐξῄει οὖν ὁ Κομνηνός, σχὼν μεθ' ἑαυτοῦ τούς τε ξυμμάχους Τούρκους καὶ τοὺς Χωματηνοὺς λεγομένους, οἳ μετὰ τοῦ βασιλέως ἐληλύθεισαν τοῦ Βοτανειάτου, καὶ Φράγγων τῶν ἐξ Ἰταλίας ἐλθόντων ἀπομοιράν τινα καὶ τῆς τῶν Ἀθανάτων καλουμένων φάλαγγος ἐπαγόμενος. Τίνες δὲ οἱ Ἀθάνατοι οὗτοι εἰπεῖν ἀναγκαῖον. Ὁ βασιλεὺς Μιχαὴλ ἢ τἀληθὲς εἰπεῖν ὁ ἐκτομίας Νικηφόρος ὁ λογοθέτης ἰδὼν τὸ τῆς ἑῴας στράτευμα ἅπαν ἤδη ἐκλελοιπὸς ὡς ὑποχείριον τῶν Τούρκων γενόμενον, ἐφρόντιζεν, ὡς οἷόν τε, στράτευμα καταστῆσαι νεόλεκτον καὶ δή τινας τῶν ἐκ τῆς Ἀσίας διασπαρέντων καὶ ἐπὶ μισθῷ δουλευόντων συλλέγων θώρακάς τε ἐνέδυε καὶ θυρεοὺς ἐδίδου καὶ κράνη φέρειν καὶ δόρατα. Ἐπιστήσας δὲ αὐτοῖς ἕνα τῶν στρατηγῶν εὐφυῶς ὁμοῦ καὶ ἐπιδεξίως πρὸς τὴν ἐκείνων ἄσκησιν ἔχονταἦν δὲ οὗτος ὁ Καππάδοξ Κωνσταντῖνος, ἀνὴρ πρὸς γένος ἐγγίζων τῷ βασιλεῖ Μιχαὴλ καὶ συνήθης τούτῳ καὶ σύντροφος,