ἰδίων κακῶν καὶ εὐχαριστῶμεν ἐπὶ τοῖς φανερουμένοις ἡμῖν διὰ τῶν 20πειρασμῶν20 ἀγαθοῖς. ὅτι δὲ οἱ γενόμενοι 20πειρασμοὶ20 ὑπὲρ τοῦ ἀναφανῆναι ἡμᾶς, οἵτινές ποτε ἐσμὲν, ἢ διαγνωσθῆναι τὰ ἐγκεκρυμμένα τῇ καρδίᾳ ἡμῶν γίνονται, παρίστησι τὸ ὑπὸ τοῦ κυρίου ἐν τῷ Ἰὼβ λεγόμενον καὶ τὸ ἐν τῷ ∆ευτερονομίῳ γεγραμμένον, οὕ τως ἔχοντα· «οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;» καὶ ἐν τῷ ∆ευτερονομίῳ οὕτως· «ἐκάκωσέ σε καὶ ἐλιμαγ χόνησέ σε καὶ ἐψώμισέ σε τὸ μάννα» «καὶ διήγαγέ σε» «ἐν τῇ ἐρήμῳ,» «οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα,» «ὅπως» «διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου.» 29.18 εἰ δὲ καὶ ἀπὸ τῆς ἱστορίας ἀναμνησθῆναι βουλόμεθα, ἰστέον ὅτι τὸ <τῆς Εὔας> εὐεξαπάτητον καὶ τὸ σαθρὸν τοῦ λογισμοῦ αὐτῆς οὐχ, ὅτε παρακούσασα τοῦ θεοῦ τοῦ ὄφεως ἤκουσεν, ὑπέστη ἀλλὰ καὶ πρό τερον ὂν ἠλέγχθη, τοῦ ὄφεως διὰ τοῦτο αὐτῇ προσεληλυθότος, ἐπεὶ τῇ ἰδίᾳ φρονιμότητι ἀντελάβετο τῆς ἀσθενείας αὐτῆς. ἀλλ' οὐδὲ ἐν τῷ Κάϊν πονηρία ἤρξατο γίνεσθαι, ὅτε «ἀπέκτεινε» «τὸν ἀδελφὸν αὐτοῦ» (καὶ πρότερον γὰρ «ἐπὶ τῷ Κάϊν καὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν» «ὁ καρδιογνώστης θεὸς»), εἰς φανερὸν δὲ ἦλθεν ἡ κακία αὐτοῦ, ὅτε ἀνεῖλε τὸν Ἄβελ. ἀλλὰ καὶ εἰ μὴ πιὼν οὗ ἐγεώργησεν «οἴνου» «ἐμεθύσθη» ὁ Νῶε καὶ ἐ<γε>γύμνωτο, οὐκ ἂν ἀνεφάνη οὔτε ἡ τοῦ Χὰμ προπέτεια καὶ εἰς τὸν πατέρα ἀσέβεια οὔτε ἡ τῶν ἀδελφῶν αὐτοῦ σεμνότης καὶ αἰδὼς πρὸς τὸν γεγεννηκότα. καὶ ἡ κατὰ τοῦ Ἰακὼβ τοῦ Ἠσαῦ ἐπιβουλὴ πρόφασιν ἔδοξεν ἐσχηκέναι τὴν «τῆς εὐλογίας» ἀφαίρεσιν, καὶ πρό τερον δὲ τούτου ῥίζας τοῦ «πόρνος» καὶ «βέβηλος» εἶναι εἶχεν αὐτοῦ ἡ ψυχή· τήν τε λαμπρότητα τῆς τοῦ Ἰωσὴφ σωφροσύνης, παρε σκευασμένου πρὸς τὸ μὴ ἁλῶναι ὑπό τινος ἐπιθυμίας, οὐκ ἂν ἐγνώ κειμεν, μὴ ἐρασθείσης αὐτοῦ τῆς δεσποίνης. 29.19 διὰ τοῦτο ἐν τοῖς μεταξὺ καιροῖς τῆς τῶν 20πειρασμῶν20 δια δοχῆς ἱστάμενοι πρὸς τὰ ἐνεστηκότα, παρασκευαζώμεθα πρὸς τὰ δυνατὰ πάντα συμβῆναι, ἵν' ὅ τι ποτ' ἂν γένηται, μὴ ἐλεγχθῶμεν ὡς ἀνέτοιμοι ἀλλὰ φανερωθῶμεν ὡς ἐπιμελέστατα ἑαυτοὺς συγκροτή σαντες· τὸ γὰρ ἐλλεῖπον διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐπὰν πάντα τὰ καθ' ἑαυτοὺς ἐπιτελέσωμεν, πληρώσει ὁ θεὸς, ὁ «τοῖς ἀγαπῶσιν» αὐτὸν «πάντα» συνεργῶν «εἰς ἀγαθὸν, τοῖς κατὰ» τὴν ἀψευδῆ πρό γνωσιν αὐτοῦ, ὅ τι ποτὲ ἔσονται παρ' αὑτοὺς, προεωραμένοις. 30.1 ∆οκεῖ δέ μοι ὁ Λουκᾶς διὰ τοῦ «0μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν20» δυνάμει δεδιδαχέναι καὶ τὸ «0ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ20.» καὶ εἰκός γε πρὸς μὲν τὸν μαθητὴν, ἅτε δὴ ὠφε λημένον, εἰρηκέναι τὸν κύριον τὸ ἐπιτομώτερον, πρὸς δὲ τοὺς πλείο νας, δεομένους τρανοτέρας διδασκαλίας, τὸ σαφέστερον. 20ῥύεται δ' «ἡμᾶς20» ὁ θεὸς «0ἀπὸ τοῦ πονηροῦ20» οὐχὶ, ὅτε οὐδαμῶς 20ἡμῖν20 πρόσ εισιν ἀντιπαλαίων ὁ ἐχθρὸς δι' οἵων δή ποτε μεθοδειῶν ἑαυτοῦ καὶ ὑπηρετῶν τοῦ θελήματος αὐτοῦ, ἀλλ' ὅτε νικῶμεν ἀνδρείως ἱστά μενοι πρὸς τὰ συμβαίνοντα. οὕτως δὲ ἐξειλήφαμεν καὶ τὸ «πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν 20ῥύεται20 αὐτούς.» «0ῥύε ται20» γὰρ ἀπὸ τῶν θλίψεων ὁ θεὸς, οὐχὶ μὴ γινομένων ἔτι θλίψεων (εἴ γε καὶ ὁ Παῦλός φησι τό· «ἐν παντὶ θλιβόμενοι» ὡς μηδὲ πώ ποτε οὐ «θλιβόμενοι»), ἀλλ' ὅτε «θλιβόμενοι» βοηθείᾳ θεοῦ <οὐ> μὴ στενοχωρούμεθα, τοῦ μὲν θλίβεσθαι κατά τι πάτριον παρ' Ἑβραίοις οὕτω σημαινομένου ἐπὶ τοῦ ἀπροαιρέτως συμβαίνοντος περιστατι κοῦ, τοῦ δὲ στενοχωρεῖσθαι ἐπὶ τοῦ προαιρετικοῦ, ὑπὸ τῆς θλίψεως νενικημένου καὶ ἐνδεδωκότος αὐτῇ. ὅθεν καλῶς ὁ Παῦλός φησιν· «ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι.» ὅμοιον δὲ τούτῳ εἶναι νομίζω καὶ τὸ ἐν ψαλμοῖς· «ἐν θλίψει ἐπλάτυνάς με.» συνεργίᾳ γὰρ καὶ παρουσίᾳ τοῦ παραμυθουμένου καὶ σῴζοντος 20ἡμᾶς20 λόγου θεοῦ τὸ τῆς διανοίας ἡμῶν ἱλαρὸν καὶ εὔθυμον ἐν τῷ καιρῷ τῶν περιστατικῶν ἀπὸ θεοῦ γινόμενον πλατυσμὸς ὠνόμασται. 30.2 ὁμοίως οὖν νοητέον καὶ τὸ 20ῥυσθῆναί20 τινα «0ἀπὸ τοῦ πονη ροῦ.» ἐῤῥύσατο20 ὁ θεὸς <τὸν Ἰὼβ> οὐχὶ τῷ μὴ εἰληφέναι <τὸν διάβο λον> ἐξουσίαν τοῖσδέ τισι τοῖς 20πειρασμοῖς20 αὐτὸν