κακίας πρὸς ἀρετὴν ἐπαναγαγόντες, δῆλος ἔσται ὁ τούτων διώκτης ἄξιος οὐ διωχθῆναι, ἀλλὰ ἐλεηθῆναι, ὡς τοὺς μὲν καλοὺς ἀεὶ λυμαινόμενος, τοὺς δὲ κακοὺς ἀποδεχόμενος. {Ο ∆ΙΑΚ.} Οὕτως ἔχει, ὡς εἴρηκας. κἂν γὰρ μὴ ἀποδειχθῶσιν ἐκεῖνοι σοφοί τε καὶ ἅγιοι (ὥς φασιν οἱ πολλοί), ἐκτὸς μέμψεως ἔσται ἡ Ὀλυμπιὰς ἐκ τῶν προλαβόντων συλλογισμῶν, τὸ τοῦ Σωτῆρος μίμημα ἐπιδειξαμένη. {Ο ΕΠΙΣΚ.} Καὶ ποίαν μείζω ὁρᾷς μαρτυρίαν τῶν πράξεων, <τὴν> τοῦ Εὐαγγελίου ἢ τὴν Θεοφίλου; {Ο ∆ΙΑΚ.} Ἄπαγε, παρακαλῶ· ὡμολόγηται γὰρ παρὰ πᾶσι κἀκείνους αὐτὸν ἀπό τινος ὀργῆς καὶ φιλαρχίας ἐῤῥῖφθαι, καὶ ταύτην ἀπὸ δεισιδαιμονίας καὶ ἔχθρας λελοιδορηκέναι, προ φασισαμένου ἐκείνου τοὺς μονάζοντας. ἀστοχήσας γὰρ ἐπὶ ταῖς δουλοπρεπέσι κολακείαις τοῦ μηδὲν παρ' αὐτῆς εἰληφέναι πλὴν βρωμάτων ἢ ξενίων, εἰς λοιδορίαν ἐτράπη· τοῦτο γὰρ αὐτοῦ τὸ ἔθος ἐπὶ πάντων. 103 <ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ> {Ο ΕΠΙΣΚ.} Ἄκουε τοίνυν, διακόνων ἄριστε, ὁρῶ γάρ σε χρήσιμον τῷ κοινῷ· τὸ γὰρ σπουδαῖόν σου ἐν τῷ νέῳ ἐχέγγυον τοῦ ἔντιμον ἐν γήρᾳ ἔσεσθαι. οἱ ἄνδρες οὗτοι ἐξ ἁπαλῶν ὀνύχων καὶ Χριστιανῶν γονέων Θεῷ ὑποταγέντες, οὐκ ἠνέσχοντο, οὐδὲ κομιδῇ νέοι, τῇ ματαιότητι δουλεῦσαι, οὐδὲ τοῖς ὄχλοις συν αναστραφῆναι, ἀλλὰ καταλαβόντες τὴν ἐκ μεσημβρίας ἀοίκητον πόῤῥω που κειμένην τῆς οἰκουμένης, συνεστήσαντο καλύβας, ὅσον διαφυγεῖν τὴν ἐπάχθειαν τῆς ἡλιακῆς λαμπάδος καὶ τὴν δρόσον τὴν ἐκ τοῦ ἀέρος. ἐν αἷς διάγοντες, εὐχαῖς καὶ ἀνα γνώσμασι τὸν ἑαυτῶν κατηνάλωσαν χρόνον, τοσοῦτον θλιβέντες τοὺς καρποὺς τῶν χειρῶν ἐν ἔργοις σωματικοῖς, ὅσον εἰς τροφὴν εὐτελῆ ἐπαρκέσαι, ἄμεινον ἡγησάμενοι συναγελάζεσθαι δορκάσι καὶ στρουθοῖς καὶ βουβάλοις ἢ συνευωχεῖσθαι τοῖς Θεὸν ἀγνο οῦσιν ἀνθρώποις. τούτων ὁ μὲν γεραιότατος ἀμφὶ τὰ ἐνενήκοντα παριππάσας ἔτη, συνανεστράφη τῷ μακαρίῳ Ἀντωνίῳ, Ἱέραξ καλούμενος, τὸ κύριον ὄνομα εἰσέτι καὶ νῦν ἐνισχύων· ὁ δ' ἕτερος, Ἀμμώνιος, σὺν δυσὶν ἀδελφοῖς ἀσκηταῖς καὶ ἑνὶ ἐπι σκόπῳ, οἳ καὶ κλοιοφορήσαντες ἐπὶ Οὐάλεντος ἐξωρίσθησαν (ὡς πᾶσα ἐπιγινώσκει ἡ Ἀλεξάνδρεια), ἑξηκοντούτης· τοιοῦτοι ὄντες ἐν γνώσει, ὡς μηδὲν αὐτοὺς διαφεύγειν τῶν ἐν ταῖς Γραφαῖς τοῖς πολλοῖς ἀπορουμένων. ὧν οἱ μὲν δύο ἐκοιμήθησαν τελευ τήσαντες ἐν Κωνσταντινουπόλει· Ἀμμώνιος μέν, ὡς οἱ περὶ Αὐρήλιον καὶ Σισίννιον διηγήσαντο, προφητεύσας περὶ τὴν ἔξοδον, ὡς μεγάλου διωγμοῦ ἐπιγενομένου καὶ σχίσματος ταῖς ἐκκλησίαις, αἴσχιστον τέλος ἀπενεγκεῖν τοὺς αἰτίους καὶ οὕτως 104 ἑνωθῆναι τὰς ἐκκλησίας· ὃ δὴ καὶ ἐκ μέρους γεγένηται καὶ γενήσεται (ἐντεῦθεν γάρ τινων τὰ σώματα, ἐπισκόπων τε καὶ λαϊκῶν, ἡ νόσος παραλαβοῦσα ποικίλοις πάθεσιν ἐμερίζετο, πυρετῷ μὲν μαλακῷ τὰ σπλάγχνα διακαίουσα, κνησμῷ δ' ἀφο ρήτῳ τὴν ἐπιφάνειαν ὅλην τοῖς ὄνυξιν ἐξορύττουσα, κόλου τε συνεχεῖς ἀλγηδόνες. τινὸς περί τε τοὺς πόδας ὑδρωπιῶντος οἰδήματα πελιδνά· ἑτέρου δὲ ῥεύματα περὶ τὰ τέσσαρα ἄρθρα θερμὸν ψυχρὸν τοὺς κακῶς ὑπογράψαντας δακτύλους ἔφρισσεν, τοῦ τε ἤτρου φλεγμονὴ καὶ διὰ μορίου τινὸς σηπεδὼν δυσωδίαν εἰς μακρὸν παρατείνουσα, σκώληκας γεννῶσα. ὀρθόπνοιά τε πρὸς τούτοις καὶ δύσπνοια καὶ πάντων τῶν μελῶν διατάσεις· φαντασίαι τε νυκτεριναὶ εἰς κύνας λυττῶντας καὶ ξιφήρεις βαρβάρους, ἀλλόγλωσσον καὶ κυματώδη φωνὴν ἐξηχοῦντας, μετεσχηματίζοντο, ἄϋπνον τὸν ὕπνον ἀποτελοῦσαι. ἕτερος δὲ ἐξ ἵππου πεσὼν καὶ καυληδὸν τὸ δεξιὸν κατεάξας σκέλος παραυ τίκα τὸ ζῆν ἀπέῤῥηξεν· ἄλλος ἀποκλεισθεὶς τὴν φωνὴν ὀκτα μηνιαίῳ χρόνῳ ἐπὶ κλίνης ἐταριχεύετο, μηδὲ τῷ ἰδίῳ στόματι τὰς χεῖρας προσάγειν δεδυνημένος. ἕτερος ζῶν τὰ σκέλη ἕως γονάτων κατ' ὀλίγον ἐπρίζετο ἐπὶ τριετίαν, ἐρυσιπέλου δῆθεν τὰς ἀφορμὰς γεννῶντος· ἄλλος τὴν γλῶσσαν οἰδήσας-ὥς φασι-μετὰ λάβρου πυρετοῦ, ὡς διάφραγμα κεῖσθαι τῷ στόματι ἀντερείδων τοῖς ὀδοῦσι, μὴ χωρούσης τῆς γλώσσης ἐν τῷ ὡρισ μένῳ παρὰ τῆς φύσεως τόπῳ, ἐν πυξίῳ γράψας ἐξομολόγησιν ἐποιεῖτο. καὶ ἦν ἰδεῖν θεήλατον ὀργὴν διαφόροις τιμωρίαις στρατηγοῦσαν. οἱ γὰρ