44
ἐκέχρητο. Πολλοὶ δὲ καὶ τῶν γνωρίμων τοῦτο μεμαθηκότες συνεχῶς εἰς ἐπι κουρίαν τῶν νοσούντων τὴν ζώνην ἐλάμβανον· καὶ πανταχοῦ τῆς ἐκείνου χάριτος ἐδίδασκε τὴν ἐνέργειαν. Οὕτω τις αὐτὴν λαβὼν τοὺς δεδωκότας ἐστέρησεν, ἀγνώμων περὶ τοὺς εὐεργέτας γενόμενος. Τοῦτον τὸν τρόπον ἐκείνης τῆς δωρεᾶς ἐγυμνώθημεν. 9.16 Οὕτω λάμψας καὶ τὴν Ἀντιόχου ταῖς ἀκτῖσι φωτίσας, ἔξω τῶν ἀγώνων ἐγένετο, τὸν ἀποκείμενον τοῖς νικηφόροις στέφανον ἀναμένων. Ἐγὼ δὲ ἧς περιόντος ἀπέλαυον εὐλογίας, ταύτης καὶ νῦν ἀπολαῦσαι καθικετεύσας, πέρας ἐπιθήσω καὶ τῷδε τῷ διηγήματι. 10.t ΘΕΟ∆ΟΣΙΟΣ 10.1 Ῥῶσός ἐστι Κίλισσα πόλις, ἐν δεξιᾷ εἰσπλέοντι εἰς τὸν Κιλίκιον κόλπον. Ταύτης πρὸς ἕω καὶ μεσημβρίαν ὄρος ἐστὶν ὑψηλόν, ἀμφιλαφὲς καὶ κατάσκιον· τρέφει δὲ καὶ θῆρας ἐν ταῖς λόχμαις ἀγρίους. Ἐν τούτῳ νάπην εὑρών τινα πρὸς θάλατταν ἀποκλίνουσαν, ὁ μέγας καὶ πολυθρύ λητος Θεοδόσιος βραχύν τινα οἰκίσκον οἰκοδομήσας μόνος τὴν εὐαγγελικὴν ἠσπάζετο πολιτείαν· ἀνὴρ ἐκ τῆς Ἀντιόχου μὲν ὁρμώμενος, ἐπίσημος δὲ ὢν ἀπὸ τῆς τοῦ γένους λαμπρό τητος, ἀλλ' ὅμως καὶ οἰκίαν καὶ συγγένειαν καὶ τὰ ἄλλα πάντα καταλιπών, τὸν πολυτίμητον εὐαγγελικῶς εἰπεῖν ἐπρίατο μαργαρίτην. 10.2 Περὶ μὲν οὖν ἀπαστίας καὶ χαμευνίας καὶ τῆς ἐκ τριχῶν ἀμπεχόνης, περιττόν ἐστι λέγειν τοῖς τοὺς ἐκείνου θιασώτας καὶ φοιτητὰς θεωμένοις καὶ ταύτην ἐν αὐτοῖς ὁρῶσι τὴν πολιτείαν· διαφερόντως δὲ ὅμως ταῦτα ἐκεῖνος μετῄει ἅτε δὴ παράδειγμα ἑαυτὸν προτιθεὶς τοῖς ἀγομένοις. Προσετίθει δὲ τούτοις τὸ ἐκ σιδήρου φορτίον αὐχένι καὶ ὀσφύϊ καὶ ἀμφοῖν τοῖν χεροῖν· καὶ κόμην δὲ ἔφερεν αὐχμηρὰν καὶ μέχρις αὐτῶν διήκουσαν τῶν ποδῶν καὶ περαιτέρω προβαίνουσαν καὶ τούτου χάριν τῇ ἰξύϊ προσ δεδεμένην. Προσευχῇ δὲ καὶ ὑμνῳδίᾳ διηνεκῶς χρώμενος, ἐπιθυμίαν καὶ θυμὸν καὶ τῦφον καὶ τἄλλα τὰ ἄγρια τῆς ψυχῆς κατε κοίμιζε θηρία. Πόνοις δὲ πόνους ἐπαύξων ἀεὶ καὶ τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν μετῄει, νῦν μὲν τὰς καλουμένας σπυρίδας ὑφαίνων καὶ ῥιπίδας, νῦν δὲ σμικρὰς ἀρούρας ἐν τῇ νάπῃ κατα σκευάζων καὶ σπέρματα καταβάλλων καὶ τὴν ἀποχρῶσαν ἐκεῖθεν συλλέγων τροφήν. 10.3 Ἐπειδὴ δὲ, τοῦ χρόνου προϊόντος, πάντοσε αὐτοῦ τὸ κλέος διέτρεχε, συνέθεον πολλοὶ πολλαχόθεν, κοινωνῆσαι αὐτῷ καὶ οἰκήσεως καὶ πόνων καὶ πολιτείας ἐπιθυμοῦντες· καὶ τούτους ὑποδεχόμενος ἐπὶ τοῦτον ἐποδήγει τὸν βίον. Καὶ ἦν ἰδεῖν τοὺς μὲν ἱστία, τοὺς δὲ δέρρεις τριχίνας ὑφαίνοντας, τοὺς δὲ τὰς ῥιπίδας ἢ τὰς σπυρίδας διαπλέ κοντας, ἄλλους δὲ τὴν γηπονίαν ἀναδεδεγμένους. Καὶ ἐπειδὴ παραθαλασσίδιον ἦν τὸ χωρίον καὶ πορθμεῖον ὕστερον κατασκευάσας, τούτῳ εἰς τὴν τῶν ἀγωγίμων ἐκέχρητο χρείαν, καὶ ἐκκομίζων τῶν συνοίκων τὰ ἔργα καὶ εἰσκομίζων τὰ δέοντα. Τῆς ἀποστολικῆς γὰρ μεμνημένος φωνῆς τῆς λεγούσης· "Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι εἰς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν" καὶ· "Αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ ἐπήρκεσαν", αὐτός τε εἰργάζετο καὶ τοῖς ὁμοσκήνοις παρῄνει τοῖς κατὰ ψυχὴν πόνοις καὶ τοὺς σωματικοὺς συνεισφέρειν ἱδρῶτας· "καὶ γὰρ ἄτοπον τοὺς μὲν ἐν βίῳ στρεφομένους καὶ παιδία καὶ γυναῖκας ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις καὶ φόρους εἰσφέρειν καὶ δασμοὺς ἀπαιτεῖσθαι καὶ τῷ θεῷ προσφέρειν τὰς ἀπαρχὰς καὶ τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν, ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ τῶν πόνων μὴ πορίζεσθαι χρείαν-καὶ ταῦτα εὐτελεῖ μὲν τροφῇ καὶ βραχείᾳ, εὐτελεῖ δὲ ἐσθῆτι χρωμένους-, ἀλλὰ καθῆσθαι εἴσω τὰς χεῖρας ἔχοντας καὶ τὰ τῶν ἀλλοτρίων