42. What again of those who come with no private idea, or form of words, better or worse, in regard to God, but listen to all kinds of doctrines and teachers, with the intention of selecting from all what is best and safest, in reliance upon no better judges of the truth than themselves? They are, in consequence, borne and turned about hither and thither by one plausible idea after another, and, after being deluged and trodden down by all kinds of doctrine,95 Eph. iv. 14. and having rung the changes on a long succession of teachers and formulæ, which they throw to the winds as readily as dust, their ears and minds at last are wearied out, and, O what folly! they become equally disgusted with all forms of doctrine, and assume the wretched character of deriding and despising our faith as unstable and unsound; passing in their ignorance from the teachers to the doctrine: as if anyone whose eyes were diseased, or whose ears had been injured, were to complain of the sun for being dim and not shining, or of sounds for being inharmonious and feeble.
ΜΒʹ. Ἢ ὅσοι μηδεμίαν μὲν οἴκοθεν ὑπόληψιν φέροντες, μηδέ τινα τύπον τῶν περὶ Θεοῦ λόγων ἢ χείρονα ἢ βελτίονα, πᾶσι δὲ ὑποτιθέντες ἑαυτοὺς λόγοις καὶ διδασκάλοις, ὡς ἐξ ἁπάντων ἐκλεξόμενοι τὸ κρεῖττον καὶ ἀσφαλέστερον, καὶ κριταῖς οὐ καλοῖς τῆς ἀληθείας σφίσιν αὐτοῖς πιστεύσαντες: ἔπειτα ὑπὸ τῆς πιθανότητος ἄλλοτε ἄλλης περιφερόμενοι καὶ στρεφόμενοι, καὶ παντὶ λόγῳ καταπλυνθέντες καὶ πατηθέντες, πολλοὺς ἀμείψαντες διδασκάλους καὶ πολλὰ γράμματα, ὥσπερ χοῦν ἀνέμοις ῥᾳδίως ἀποβαλόντες, τέλος ἀποκαμόντες καὶ ἀκοὴν καὶ διάνοιαν, (ὢ τῆς ἀλογίας!) πρὸς πάντα λόγον ὁμοίως δυσχεραίνουσι, καὶ μοχθηρὸν τύπον ἑαυτοῖς ἐγγράφουσιν, αὐτῆς καταγελᾷν ἡμῶν καὶ καταφρονεῖν ὡς ἀστάτου καὶ οὐδὲν ὑγιὲς ἐχούσης τῆς πίστεως, μεταβαίνοντες ἀπαιδεύτως ἀπὸ τῶν λεγόντων ἐπὶ τὸν λόγον: ὥσπερ ἂν εἴ τις τοὺς ὀφθαλμοὺς κακῶς διακείμενος, ἢ τὰ ὦτα διεφθαρμένος, κατηγοροίη τοῦ ἡλίου ἢ τῶν φωνῶν, τοῦ μὲν ὡς ἀμαυροῦ καὶ οὐ στίλβοντος, τῶν δὲ ὡς ἐκμελῶν καὶ ἀτόνων.