οὐ καταχρηστικῶς ὡς ἡμεῖς κύριος καλούμενος, ἀλλὰ τῇ ἀληθείᾳ κύριος ὤν· ἐπειδὴ νεύματι Πατρὸς κυριεύει τῶν οἰκείων δημιουργημάτων. Ἡμεῖς μὲν γὰρ ἔχομεν τὸ κυριεύειν ἀνθρώπων ἰσοτίμων καὶ ὁμοιοπαθῶν, πολλάκις δὲ καὶ προγενεστέρων· καὶ νέος πολλάκις δεσπότης οἰκετῶν ἄρχει πρεσβυτέρων. Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὸ κυριεύειν οὐχ οὕτως· ἀλλὰ πρῶτον ποιητὴς, εἶτα Κύριος. Πρῶτον ἐποίησε θελήματι Πατρὸς τὰ πάντα, εἶτα κυριεύει τῶν ὑπ' αὐτοῦ γενομένων. 10.6 Χριστὸς Κύριός ἐστιν, ὁ τεχθεὶς ἐν πόλει ∆αβίδ. Καὶ θέλεις γνῶναι, ὅτι σὺν τῷ Πατρὶ καὶ πρὸ τῆς ἐνανθρω πήσεώς ἐστι Χριστὸς Κύριος· ἵνα μὴ μόνον τῇ πίστει παραδέξῃ τὸ λεγόμενον, ἀλλὰ καὶ ἀπόδειξιν ἔχῃς ἀπὸ τῆς παλαιᾶς γραφῆς; ἐλθὲ ἐπὶ τὴν πρώτην βίβλον, τὴν Γένεσιν. Λέγει ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον, οὐ κατ' εἰκόνα ἐμὴν, ἀλλὰ, κατ' εἰκόνα ἡμετέραν. Καὶ μετὰ τὸ γενέσθαι τὸν Ἀδάμ, φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Οὐ γὰρ περιώρισεν εἰς τὸν Πατέρα μόνον τὸ τῆς θεότητος ἀξίωμα, ἀλλὰ συμπεριέλαβε καὶ τὸν Υἱόν· ἵνα δειχθῇ, ὅτι ὁ ἄνθρωπος οὐ μόνον Θεοῦ ποίημα, ἀλλὰ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, [ὄντος καὶ αὐτοῦ Θεοῦ ἀληθινοῦ]. Οὗτος ὁ Κύριος ὁ τῷ Πατρὶ συνεργαζόμενος, συνήργησε καὶ ἐπὶ Σοδόμων κατὰ τὴν λέγουσαν γραφήν· Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα πῦρ καὶ θεῖον, παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Οὗτος ὁ Κύριος ὤφθη τῷ Μωϋσεῖ πάλιν, ὡς ἐδύνατο ἰδεῖν. Φιλάνθρωπος γὰρ ὁ Κύριος, ἀεὶ συμπεριφερόμενος ταῖς ἡμετέραις ἀσθενείαις. 10.7 Καὶ ἵνα γνῷς, ὅτι οὗτός ἐστιν ὁ τῷ Μωϋσεῖ ὀφθεὶς, δέξαι μαρτυρίαν τοῦ Παύλου λέγοντος· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ πάλιν· Πίστει Μωϋσῆς κατέλιπεν Αἴγυπτον. Καὶ μετ' ὀλίγα φησίν· Κρείττονα πλοῦτον ἡγησάμενος τῶν ἐν Αἰγύπτῳ θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ. Οὗτος ὁ Μωϋσῆς φησι πρὸς αὐτόν· Ἐμφάνισόν μοι σεαυτόν. Βλέπεις, ὅτι καὶ οἱ προφῆται τότε ἔβλεπον τὸν Χριστὸν, ἀλλὰ καθὸ ἐχώρουν ἕκαστος. Ἐμφάνισόν μοι σεαυτὸν, γνωστῶς ἴδω σε. Ὁ δέ φησι· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. ∆ιὰ τοῦτο τοίνυν, ἐπειδὴ τὸ τῆς θεότητος πρόσωπον οὐδεὶς ἠδύνατο ἰδεῖν ζῶν, ἀνέλαβε τὸ τῆς ἀνθρωπότητος πρόσωπον, ἵνα τοῦτο ἰδόντες ζήσωμεν. Καὶ ὅτε ἠθέλησε καὶ αὐτὸ τοῦτο δεῖξαι μετ' ὀλίγης ἀξίας, ὅτε τὸ πρόσωπον αὐτοῦ ἔλαμψεν ὡς ὁ ἥλιος, οἱ μαθηταὶ πίπτουσι φοβηθέντες. Εἰ δὲ τὸ τοῦ σώματος πρόσωπον λάμψαν, οὐ καθὸ ἠδύνατο ὁ ἐνεργῶν, ἀλλὰ καθὸ ἐχώρουν οἱ μαθηταὶ, ἐφόβησεν αὐτοὺς, καὶ ὅμως ἐνέγκαι οὐκ ἐδυνήθησαν· πῶς εἰς τὸ τῆς θεότητος ἀξίωμα ἀτενίσαι τις ἠδύνατο; Μέγα, φησὶν ὁ Κύριος, ἐπιθυμεῖς, ὦ Μωϋσῆ· καὶ ἀποδέχομαί σου τὴν ἄπληστον ἐπιθυμίαν, καὶ τοῦτόν σοι τὸν λόγον ποιήσω· ἀλλὰ καθὸ χωρεῖς. Ἰδοὺ τίθημί σε εἰς τὴν ὀπὴν τῆς πέτρας· ὡς γὰρ μικρὸς, μενεῖς ἐν μικρᾷ περιγραφῇ. 10.8 Ὧδε μοι λοιπὸν ἀσφάλισαι, διὰ τοὺς Ἰουδαίους, τὸ λεχθησόμενον. Ὁ γὰρ σκοπὸς ἡμῖν ἀποδεῖξαι, ὅτι ἦν παρὰ τῷ Πατρὶ ὁ Κύριος Ἰησοῦς Χριστός. Λέγει τοίνυν ὁ Κύριος πρὸς τὸν Μωϋσῆν· Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι Κυρίου ἐναντίον σου. Κύριος ὢν, ποῖον κύριον καλεῖ; Βλέπεις, ὅπως ἐπικεκαλυμμένως ἐδίδασκε τὸ εὐσεβὲς περὶ Πατρὸς καὶ Υἱοῦ δίδαγμα. Καὶ πάλιν ἐν τοῖς ἑξῆς αὐτολεξεὶ γέγραπται· Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσε τῷ ὀνόματι Κυρίου. Καὶ παρῆλθε Κύριος πρὸ προσώπου αὐτοῦ, καὶ ἐκάλεσεν· Κύριος, Κύριος οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν [καὶ] ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας. Εἶτα ἑξῆς, κύψας Μωϋσῆς καὶ προσκυνήσας ἐνώπιον τοῦ Κυρίου τοῦ καλοῦντος τὸν Πατέρα, λέγει· Συμπορεύθητι δὴ, Κύριε, μεθ' ἡμῶν. 10.9 Ἔχεις ταύτην πρώτην ἀπόδειξιν· δέξαι καὶ δευτέραν φανεράν. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐξ δεξιῶν μου. Κύριος κυρίῳ ταῦτα λέγει, οὐ δούλῳ· ἀλλὰ Κυρίῳ μὲν τῶν πάντων, Υἱῷ δὲ αὐτοῦ, ᾧ πάντα ὑπέταξεν. Ὅταν δὲ εἴπῃ, ὅτι